Thesauros Literature rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
7 Φήμας μὲν δὴ καὶ μαντείας καὶ ὄψεις τὰς ἐν τοῖς ὕπνοις, καὶ ὅσα ἄλλα θρυλεῖν εἰώθασιν ἐπὶ τῶν οὕτω λαμπρὰ καὶ περιφανῆ πραξάντων, Κύρου καὶ τοῦ τῆς ἡμετέρας οἰκιστοῦ πόλεως καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, καὶ εἴ τις ἄλλος τοιοῦτος γέγονεν, ἑκὼν ἀφίημι· δοκεῖ γὰρ οὐ πόρρω ταῦτα τῆς ποιητικῆς ἐξουσίας εἶναι. καὶ τὰ παρὰ τὴν πρώτην ὑπάρξαντά σοι γένεσιν ὡς λαμπρὰ καὶ βασιλικὰ καὶ τὸ λέγειν εὔηθες. ἀλλʼ ἐπειδὴ τῆς ἐν τοῖς παισὶν ἀγωγῆς ὁ καιρὸς ὑπομέμνηκεν, ἔδει σοι τῆς βασιλικῆς τροφῆς δήπουθεν, ἣ τὸ μὲν σῶμα πρὸς ἰσχὺν καὶ ῥώμην καὶ εὐεξίαν καὶ κάλλος ἀσκήσει, τὴν ψυχὴν δὲ πρὸς ἀνδρείαν καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν ἐμμελῶς παρασκευάσει. ταῦτα δὲ οὐ ῥᾴδιον διὰ τῆς ἀνειμένης ὑπάρχειν διαίτης, θρυπτούσης μέν, ὡς εἰκός, τὰς ψυχὰς καὶ τὰ σώματα, ἀσθενεστέρας δὲ ἐργαζομένης πρός τε τοὺς κινδύνους τὰς γνώμας καὶ πρὸς τοὺς πόνους τὰ σώματα. οὐκοῦν τῷ μὲν ἔδει γυμναστικῆς, τῷ σώματι, τὴν ψυχὴν δὲ τῇ τῶν λόγων ἐκόσμεις μελέτῃ. ἐπὶ πλέον δὲ ὑπὲρ ἀμφοτέρων ἄξιον διελθεῖν· ἀρχὴ γάρ τις αὕτη τῶν μετὰ ταῦτα πράξεων γέγονε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme