9
Ἐν μὲν δὴ τούτοις σοι πρὸς ἀνδρείαν ὑπῆρχε μελέτη. φρονήσεως δὲ ἡ μὲν φύσις, ἣν εἴληχας, αὐταρκὴς ἡγεμών· παρῆσαν δὲ οἶμαι καὶ τῶν πολιτῶν οἱ κράτιστοι τὰ πολιτικὰ διδάσκοντες. καὶ παρεῖχον ἠθῶν καὶ νόμων καὶ ξένων ἐπιτηδευμάτων ἐμπειρίαν αἱ πρὸς τοὺς ἡγεμόνας τῶν τῇδε βαρβάρων ἐντεύξεις. καίτοι τὸν Ὀδυσσέα συνετὸν Ὅμηρος ἐκ παντὸς ἀποφῆναι προαιρούμενος πολύτροπον εἶναί φησι καὶ πολλῶν ἀνθρώπων τὸν νοῦν καταγνῶναι καὶ ἐπελθεῖν τὰς πόλεις, ἵνʼ ἐξ ἁπάντων ἐπιλεξάμενος ἔχοι τὰ κράτιστα καὶ πρὸς παντοδαποὺς ἀνθρώπους ὁμιλεῖν δύναιτο. ἀλλὰ τῷ μὲν ὃς οὐκ ἐβασίλευσε ποικίλων ἠθῶν ἐμπειρίας χρεία· τὸν δὲ πρὸς τοσαύτην ἡγεμονίαν τρεφόμενον οὐκ ἐν οἰκίσκῳ που χρῆν διδάσκεσθαι οὐδὲ τὴν βασιλείαν, καθάπερ ὁ Κῦρος, παίζοντα μιμεῖσθαι οὐδὲ χρηματίζειν τοῖς ἥλιξι, καθάπερ ἐκεῖνον λέγουσιν, ἀλλʼ ἔθνεσιν ὁμιλεῖν καὶ δήμοις, καὶ στρατιωτῶν τάγμασιν ἐπιτάττειν ἁπλῶς τὸ πρακτέον· ὅλως δὲ οὐδενὸς ἀπολείπεσθαι τούτων, ὧν ἐχρῆν ἄνδρα γενόμενον ἐπʼ ἀδείας πράττειν.