16
Τῆς γὰρ εἰρήνης τῆς πρόσθεν τοῖς μὲν στρατευομένοις ἀνείσης τοὺς πόνους, τοῖς λειτουργοῦσι δὲ κουφοτέρας τὰς λειτουργίας παρασχούσης, τοῦ πολέμου δὲ χρημάτων καὶ σιτηρεσίου καὶ χορηγίας λαμπρᾶς δεομένου, πολὺ δὲ πλέον ἰσχύος καὶ ῥώμης καὶ τῆς ἐν τοῖς ὅπλοις ἐμπειρίας τῶν στρατευομένων, ὑπάρχοντος δὲ οὐδενὸς σχεδὸν τῶν τοιούτων, αὐτὸς ἐξηῦρες καὶ κατέστησας, τοῖς μὲν ἐν ἡλικίᾳ στρατεύεσθαι λαχοῦσιν ἀποδείξας τῶν πόνων μελέτην, παπαπλησίαν δὲ τοῖς πολεμίοις ἱππικὴν καταστησάμενος δύναμιν, τῷ πεζῷ δὲ ἐπιτάξας τῶν πόνων ἔχεσθαι· καὶ ταῦτα οὐ ῥήμασι μόνον οὐδὲ ἐξ ἐπιτάγματος, μελετῶν δὲ αὐτὸς καὶ συνασκούμενος καὶ δεικνύων ἔργῳ τὸ πρακτέον, πολέμων ἐργάτας ἄφνω κατέστησας. χρημάτων δὲ ἐπενόεις πόρους, οὐκ αὔξων τοὺς φόρους οὐδὲ τὰς συντάξεις, καθάπερ Ἀθηναῖοι πρόσθεν, εἰς τὸ διπλάσιον ἢ καὶ ἐπὶ πλέον καταστήσας, ἐμμένων δὲ οἶμαι τοῖς ἀρχαίοις πλὴν εἴ που πρὸς βραχὺ καὶ πρὸς καιρὸν ἐχρῆν αἰσθέσθαι δαπανηροτέρων τῶν λειτουργημάτων. ἐν τοσαύτῃ δὲ τοὺς στρατευομένους ἦγες ἀφθονίᾳ, ὡς μήτε ὑβρίζειν τῷ κόρῳ μήτε ὑπὸ τῆς ἐνδείας πλημμελεῖν ἀναγκασθῆναι. ὅπλων δὲ καὶ ἵππων παρασκευὴν καὶ νεῶν τῶν ποταμίων καὶ μηχανημάτων καὶ τῶν ἄλλων ἁπάντων τὸ πλῆθος σιωπῇ κατέχω.