Thesauros Literature rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
17 ἐπεὶ δὲ τὰ τῆς παρασκευῆς τέλος εἶχε καὶ ἔδει χρῆσθαι τοῖς προρρηθεῖσιν εἰς δέον, ἐζεύγνυτο μὲν ὁ Τίγρης σχεδίᾳ πολλάκις, ἤρθη δὲ ἐπʼ αὐτῷ φρούρια, καὶ τῶν πολεμίων οὐδεὶς ἐτόλμησεν ἀμῦναι τῇ χώρᾳ πορθουμένῃ, πάντα δὲ παρ’ ἡμᾶς ἤγετο τἀκείνων ἀγαθά, τῶν μὲν οὐδὲ εἰς χεῖρας ἰέναι τολμώντων, τῶν θρασυνομένων δὲ παρ’ αὐτὰ τὴν τιμωρίαν ὑποσχόντων. τὸ μὲν δὴ κεφάλαιον τῶν εἰς τὴν πολεμίαν εἰσβολῶν τοιοῦτον. καθʼ ἕκαστον γὰρ ἐπεξιέναι τίς ἂν ἀξίως ἐν βραχεῖ λόγῳ δυνηθείη, τῶν μὲν τὰς συμφορὰς τῶν δὲ τὰς ἀριστείας ἀπαριθμούμενος; τοσοῦτον δὲ ἴσως εἰπεῖν οὐ χαλεπόν, ὅτι πολλάκις τὸν ποταμὸν ἐκεῖνον περαιωθεὶς ξὺν τῷ στρατεύματι καὶ πολὺν ἐν τῇ πολεμίᾳ διατρίψας χρόνον, λαμπρὸς ἐπανῄεις τοῖς τροπαίοις, τὰς διὰ σὲ πόλεις ἐλευθέρας ἐπιὼν καὶ χαριζόμενος εἰρήνην καὶ πλοῦτον, πάντα ἀθρόως τὰ ἀγαθά, καὶ τῶν πάλαι ποθουμένων διδοὺς ἀπολαύειν, νίκης κατὰ τῶν βαρβάρων, τροπαίων ἐγειρομένων κατὰ τῆς Παρθυαίων ἀπιστίας καὶ ἀνανδρίας, ὧν τὸ μὲν ἐπεδείξαντο τὰς σπονδὰς λύσαντες καὶ τὴν εἰρήνην συγχέαντες, τὸ δὲ μὴ τολμῶντες ὑπὲρ τῆς χώρας καὶ τῶν φιλτάτων ἀμύνεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme