Thesauros Literature rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
19 θέρος μὲν γὰρ ἦν ἀκμάζον ἔτι, συνῄει δὲ ἐς ταὐτὸν τὰ στρατόπεδα πολὺ πρὸ τῆς μεσημβρίας. ἐκπληττόμενοι δὲ οἱ πολέμιοι τὴν εὐταξίαν καὶ τὸν κόσμον καὶ τὴν ἡσυχίαν, αὐτοὶ δὲ πλήθει θαυμαστοὶ φανέντες, ἤρχετο μὲν οὐδεὶς τῆς μάχης, τῶν μὲν εἰς χεῖρας ἰέναι πρὸς οὕτω παρεσκευασμένην δύναμιν ὀκνούντων, τῶν δὲ περιμενόντων ἐκείνους ἄρχειν, ὅπως ἀμυνόμενοι μᾶλλον ἐν πᾶσιν, οὐχὶ δὲ αὐτοὶ πολέμου μετὰ τὴν εἰρήνην ἄρχοντες φανεῖεν. τέλος δὲ ὁ τῆς βαρβαρικῆς ἐκείνης δυνάμεως ἡγεμών, μετέωρος ἀρθεὶς ὑπὲρ τῶν ἀσπίδων καὶ καταμαθὼν τὸ πλῆθος ἐν τάξει, οἷος ἐξ οἵου γέγονε καὶ ποίας ἀφίει φωνάς; προδεδόσθαι βοῶν καὶ τοὺς ὑπὲρ τοῦ πολέμου πείσαντας αἰτιώμενος, φεύγειν ᾤετο χρῆναι διὰ τάχους καὶ τοῦτο μόνον οἱ πρὸς σωτηρίαν ἀρκέσειν, εἰ φθήσεται τὸν ποταμὸν διαβῆναι, ὅσπερ ἐστὶ τῆς χώρας ἐκείνης πρὸς τὴν ἡμετέραν ὅρος ἀρχαῖος. ταῦτα διανοηθεὶς ἐκεῖνος πρῶτον ἐπὶ πόδα σημαίνει τὴν ἀναχώρησιν, καὶ κατʼ ὀλίγον προστιθεὶς τῷ τάχει τέλος ἤδη καρτερῶς ἔφευγεν, ἔχων ὀλίγους ἱππέας ἀμφʼ αὑτόν, τὴν δύναμιν ἅπασαν τῷ παιδὶ καὶ τῷ πιστοτάτῳ τῶν φίλων ἐπιτρέψας ἄγειν. ταῦτα ὁρῶντες τὸ στράτευμα καὶ χαλεπαίνοντες, ὅτι μηδεμίαν ὑπέσχον τῶν τετολμημένων δίκην, ἐβόων ἄγειν ἐπʼ αὐτούς, καὶ κελεύοντος σοῦ μένειν ἀχθόμενοι μετὰ τῶν ὅπλων ἔθεον ὡς ἕκαστος εἶχε ῥώμης τε καὶ τάχους, ἄπειροι μὲν ὄντες αὐτοὶ τέως τῆς σῆς στρατηγίας, εἰς δὲ τὴν ἡλικίαν ὁρῶντες ἄμεινον αὑτῶν τὸ συμφέρον κρίνειν ἧττον ἐπίστευον· καὶ τῷ πολλὰς συγκατειργάσθαι τῷ πατρὶ τῷ σῷ μάχας καὶ κρατῆσαι πανταχοῦ τὸ δοκεῖν ἀηττήτους εἶναι συνηγωνίζετο. τούτων δὲ οὐδενὸς ἔλαττον τὸ παρεστὼς Παρθυαίων δέος ἐπῆρεν ὡς οὐκ ἀγωνισαμένους πρὸς τοὺς ἄνδρας μόνον, ἀλλὰ καὶ πρὸς τὴν χώραν αὐτήν, καὶ εἴ τι μεῖζον ἔξωθεν προσπίπτοι, καὶ τούτου πάντως κρατήσοντας. ταχέως οὖν ἑκατὸν μεταξὺ στάδια διαδραμόντες ἐφειστήκεσαν ἤδη Παρθυαίοις εἰς τὸ τεῖχος καταπεφευγόσιν, ὃ πρότερον ἤδη πεποίητο σφίσιν ὥσπερ στρατόπεδον. ἑσπέρα δὲ ἦν λοιπὸν καὶ ὁ πόλεμος αὐτόθεν ξυνερρήγνυτο. καὶ τὸ μὲν τεῖχος αἱροῦσιν εὐθέως τοὺς ὑπὲρ αὐτοῦ κτείναντες· γενόμενοι δὲ εἴσω τῶν ἐρυμάτων πολὺν μὲν ἠρίστευον χρόνον, ὑπὸ δὲ τοῦ δίψους ἀπειρηκότες ἤδη καὶ λάκκοις ὕδατος ἐντυχόντες ἔνδον, τὴν καλλίστην νίκην διέφθειραν καὶ τοῖς πολεμίοις παρέσχον ἀναμαχέσασθαι τὸ πταῖσμα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme