21
Ἀλλʼ ὅπως μὴ μακρότερα περὶ τούτων λέγων τὸν ὑπὲρ τῶν μειζόνων καιρὸν ἀναλώσω, πειράσομαι λοιπὸν τὸ μετὰ τοῦτο περιστὰν ἡμᾶς τῶν πραγμάτων πλῆθος διεξιέναι καὶ τῶν κινδύνων τὸ μέγεθος, καὶ ὅπως ἅπασιν ἀντισχὼν τυράννων μὲν πλῆθος, βαρβάρων δὲ ἐτρέψω δυνάμεις. ἦν μὲν γὰρ ὁ χειμὼν ἐπʼ ἐξόδοις ἤδη, ἕκτον που μάλιστα μετὰ τὸν πόλεμον ἔτος, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἧκε δὲ ἀγγέλλων τις, ὡς Γαλατία μὲν συναφεστῶσα τῷ τυράννῳ ἀδελφῷ τῷ σῷ ἐβούλευσέ τε καὶ ἐπετέλεσε τὸν φόνον, εἶτα ὡς Ἰταλία καὶ Σικελία κατείληπται, τὰ δὲ ἐν Ἰλλυριοῖς στρατόπεδα ταραχωδῶς ἔχει καὶ βασιλέα σφῶν ἀπέδειξε τὸν τέως στρατηγὸν ἀντισχεῖν ἐθέλοντα πρὸς τὴν ἄμαχον δοκοῦσαν τῶν τυράννων φοράν. ἱκέτευε δὲ αὐτὸς οὗτος χρήματα πέμπειν καὶ δύναμιν τὴν βοηθήσουσαν, σφόδρα ὑπὲρ αὑτοῦ δεδιὼς καὶ τρέμων, μὴ πρὸς τῶν τυράννων κρατηθείη. καὶ τέως μὲν ἐπηγγέλλετο τὰ προσήκοντα δράσειν, οὐδαμῶς αὑτὸν ἀξιῶν τῆς ἀρχῆς, ἐπίτροπον δὲ οἶμαι πιστὸν καὶ φύλακα παρέξειν ἐπαγγελλόμενος· ἔμελλε δὲ οὐκ εἰς μακρὰν ἄπιστος φανεῖσθαι καὶ δίκην ὑφέξειν καίτοι φιλάνθρωπον. ταῦτα πυθόμενος οὐκ ᾤου δεῖν ἐν ῥᾳστώνῃ πολλῇ τὸν χρόνον ἀναλίσκειν μάτην. ἀλλὰ τὰς μὲν ἐπὶ τῇ Συρίᾳ πόλεις μηχανημάτων καὶ φρουρᾶς καὶ σίτου καὶ τῆς ἄλλης παρασκευῆς ἐμπλήσας, καὶ ἀπὼν ἀρκέσειν τοῖς τῇδε προσεδόκησας, αὐτὸς δὲ ἐπὶ τοὺς τυράννους ὁρμᾶν ἐβουλεύου.