23
ἐμοὶ δὲ ἀρκεῖ τὰ πρόσθεν ῥηθέντα, εἰ καὶ μηδὲν ἔτι περὶ σοῦ λέγειν εἶχον σεμνότερον, πρὸς τὸ πάντων ἀποφῆναί σε τῶν ἔμπροσθεν τῆς αὐτῆς σοι μετασχόντων τύχης συνέσει καὶ ῥώμῃ κρατοῦντα. τὸ γὰρ ἀπαθῶς ὤσασθαι μὲν τὴν Περσῶν δύναμιν, οὐ πόλιν οὐδὲ φρούριον, ἀλλʼ οὐδὲ στρατιώτην τῶν ἐκ καταλόγου προέμενον, πολιορκίᾳ δὲ τέλος ἐπιθεῖναι λαμπρὸν καὶ οἷον οὔπω πρόσθεν ἠκούσαμεν, τίνι χρὴ τῶν ἔμπροσθεν παραβαλεῖν ἔργων; περιβόητος γέγονεν ἡ Καρχηδονίων ἐν τοῖς δεινοῖς τόλμα, ἀλλʼ ἐτελεύτησεν εἰς συμφοράς· λαμπρὰ τὰ περὶ τὴν Πλαταιέων πολιορκίαν γενόμενα, ἐχρήσαντο δὲ οἱ δείλαιοι γνωριμώτερον τοῖς δυστυχήμασι. τί χρὴ Μεσσήνης καὶ Πύλου μεμνῆσθαι, οὔτε ἀγωνισαμένων καρτερῶς οὔτε ἁλόντων ξὺν βίᾳ; Συρακούσιοι δὲ τὸν σοφὸν ἐκεῖνον ἀντιτάξαντες ταῖς παρασκευαῖς τῆς ἡμετέρας πόλεως καὶ τῷ καλῷ κἀγαθῷ στρατηγῷ τί πλέον ὤναντο; οὐχ ἑάλωσαν μὲν τῶν ἄλλων αἴσχιον, ἐσώζοντο δὲ καλὸν ὑπόμνημα τῆς τῶν ἑλόντων πρᾳότητος; Ἀλλʼ εἰ πάσας ἐξαριθμεῖσθαι τὰς πόλεις βουλοίμην, αἳ πρὸς τὰς ὑποδεεστέρας οὐ κατήρκεσαν παρασκευάς, πόσας οἴει μοι βίβλους ἀρκέσειν; τῆς Ῥώμης δὲ ἴσως ἄξιον μνησθῆναι πάλαι ποτὲ χρησαμένης τύχῃ τοιαύτῃ, Γαλατῶν οἶμαι καὶ Κελτῶν ἐς ταὐτὸ πνευσάντων καὶ φερομένων ἐπʼ αὐτὴν καθάπερ χειμάρρους ἐξαίφνης. κατέλαβον μὲν γὰρ τὸν λόφον ἐκεῖνον, οὗ τὸ τοῦ Διὸς ἀφίδρυται βρέτας· γέρροις δὲ καί τισι τοιούτοις οἱονεὶ τείχει φραξάμενοι, πολυπραγμονούντων οὐδὲν προσιέναι τῶν πολεμίων βίᾳ τολμώντων, ἐκράτησαν.
23
Ταύτῃ παραβαλεῖν ἄξιον τῇ πολιορκίᾳ τὴν ἔναγχος τῷ τέλει τῆς τύχης, ἐπεὶ τοῖς γε ἔργοις οὐδεμιᾷ τῶν ὅσαι πάλαι γεγόνασι. τίς γὰρ ἔγνω κυκλουμένην μὲν ὕδασι πόλιν, λόφοις δὲ ἔξωθεν καθάπερ δικτύοις περιβληθεῖσαν, καὶ ποταμὸν ἐπαφιέμενον οἱονεὶ μηχάνημα, συνεχῶς ῥέοντα καὶ προσρηγνύμενον τοῖς τείχεσι, τάς τε ὑπὲρ τῶν ὑδάτων μάχας καὶ ὅσαι περὶ τῷ τείχει κατενεχθέντι γεγόνασιν;