24
ἐμοὶ μὲν οὖν, ὅπερ ἔφην, ἀπόχρη καὶ ταῦτα· τὰ λειπόμενα δέ ἐστι μακρῷ σεμνότερα. καὶ τυχὸν οὐδαμῶς εὔλογον ἅπαξ ἑλόμενον ἁπάντων ἐς δύναμιν μνησθῆναι τῶν σοι πραχθέντων, ἀκμαζουσῶν ἔτι τῶν πράξεων, ἀφεῖναι τὴν διήγησιν. ὅσα μὲν οὖν ἔτι τοῖς ἔργοις προσκαθήμενος, ὧν μικρῷ πρόσθεν ἐμνήσθην, περὶ τὴν Εὐρώπην διῴκησας, πρεσβείας πέμπων καὶ ἀναλίσκων χρήματα καὶ στρατόπεδα τὰ προσκαθήμενα τοῖς Σκύθαις ἐν Παιονίᾳ ἐκπέμπων, τοῦ μὴ κρατηθῆναι τὸν πρεσβύτην ὑπὸ τοῦ τυράννου προνοῶν, πῶς ἄν τις ἐν βραχεῖ λόγῳ παραστῆσαι δύναιτο καὶ πάνυ σπουδάζων;
24
Ἐπεὶ δέ, ἤδη σου πρὸς τὸν πόλεμον ὡρμημένου, οὐκ οἶδα παρ’ ὅτου δαιμόνων ἐξαιρεθεὶς τὸν νοῦν καὶ τὰς φρένας ὁ τέως πιστὸς μενεῖν φύλαξ ἐπαγγελλόμενος καὶ χρήμασι καὶ στρατοπέδοις καὶ τοῖς ἄλλοις ἅπασιν ὑπὸ σοῦ περισωζόμενος εἰρήνην ὡμολόγησε τῷ πάντων ἀνθρώπων ἀνοσιωτάτῳ καὶ πολεμίῳ κοινῇ μὲν ἁπάντων, ὁπόσοις εἰρήνης μέλει καὶ τὴν ὁμόνοιαν ἐκ παντὸς στέργουσιν, ἰδίᾳ δὲ σοὶ καὶ πλέον τῶν ἄλλων· οὔτε ἔδεισας τῆς παρασκευῆς τὸ μέγεθος οὔτε ἀπίστων ἀνδρῶν ξυμμαχίαν πλέον ἔχειν ὑπέλαβες τῆς ἔμφρονος γνώμης. ἐγκαλῶν δέ, ὡς εἰκός, τῷ μὲν ἀπιστίαν, τῷ δὲ πρὸς ταύτῃ πράξεων ἐναγῶν καὶ παρανόμων τολμήματα, τὸν μὲν εἰς δίκην καὶ κρίσιν ἐπὶ τῶν στρατοπέδων προυκάλεις, τοῦ δὲ κριτὴν ὑπελάμβανες εἶναι τὸν πόλεμον.