Thesauros Literature rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
25 ἀλλʼ ἐπειδὴ πρῶτον ὁ καλὸς καὶ συνετὸς ἀπήντα πρεσβύτης, εὐχερέστερον παιδαρίου τινὸς μετατιθέμενος τὰ δόξαντα καὶ ὧν εὖ πάθοι δεόμενος μετὰ τὴν χρείαν ἐπιλήσμων· παρῆν δὲ ἄγων ὁπλιτῶν φάλαγγας καὶ τάξεις ἱππέων, ὡς, εἰ μὴ πείθοι, βιασόμενός σε ὀπίσω πάλιν ἀπιέναι τὴν αὐτὴν ἄπρακτον· οὐδὲν ἐκπλαγείς, ὅτι τὸν σύμμαχον καὶ στρατηγὸν μενεῖν ἐπαγγελλόμενον πολέμιον εἶδες ἐξ ἴσης ἄρχειν ἐθέλοντα, καίτοι τῷ πλήθει τῶν στρατευμάτων ἐλαττούμενος, ἐπεὶ μὴ πάντες εἵποντο, πρὸς πλήθει κρατοῦντα διαγωνίζεσθαι τολμηρὸν μὲν ἴσως, σφαλερὸν δὲ πάντως ὑπολαβὼν καὶ κρατήσαντι τῇ μάχῃ διὰ τὸν ἐφεδρεύοντα τοῖς καιροῖς καὶ τοῖς πράγμασιν ἄγριον τύραννον, ἐβουλεύσω καλῶς μόνον εἶναι σὸν ἐθέλων τὸ κατόρθωμα, καὶ παρῄεις ἐπὶ τὸ βῆμα μετὰ τοῦ τέως συνάρχοντος· συνῄει δὲ ὁπλίτης δῆμος στίλβων τοῖς ὅπλοις, τὰ ξίφη γυμνὰ καὶ τὰ δόρατα προτείνοντες, δειλῷ μὲν φρικῶδες καὶ δεινὸν θέαμα, εὐψύχῳ δὲ καὶ θαρραλέῳ καὶ οἷος αὐτὸς γέγονας ὄφελος γενναῖον. οὐκοῦν ἐπειδὴ πρῶτον ἤρξω τῶν λόγων, σιγὴ μὲν ἐπέσχε, πρὸς τὴν ἀκοὴν ὡρμημένων πάντων, τὸ στράτευμα· δάκρυα δὲ προυχεῖτο πολλοῖς, καὶ ἐς τὸν οὐρανὸν τὰς χεῖρας ὤρεγον, σιγῇ καὶ ταῦτα δρῶντες, ὡς μήτις αἴσθηται. τὴν εὔνοιαν δὲ οἱ μὲν ἐνεδείκνυντο καὶ διὰ τῆς ὄψεως, πάντες δὲ τῷ σφόδρα ὡρμῆσθαι τῶν λόγων ἀκούειν. ἀκμαζούσης δὲ τῆς δημηγορίας συνενθουσιῶντες τῷ λόγῳ πάντες ἐπεκρότουν, εἶτα αὖθις ἀκούειν ἐπιθυμοῦντες ἡσύχαζον. τέλος δὲ ὑπὸ τῶν λόγων ἀναπειθόμενοι δὲ μόνον ἐκάλουν βασιλέα, μόνον ἄρχειν ἠξίουν ἁπάντων, ἡγεῖσθαι σφῶν ἐκέλευον ἐπὶ τὸν πολέμιον, ἀκολουθήσειν ὡμολόγουν, ἀπολαμβάνειν ἠξίουν τῆς ἀρχῆς τὰ γνωρίσματα. σὺ δὲ οὐδὲ τὴν χεῖρα προσάγειν ᾤου δεῖν οὐδὲ ἀφελέσθαι ξὺν βίᾳ· ὁ δὲ ἄκων μὲν καὶ μόλις, εἴξας δὲ ὅμως ὀψέ ποτε, φασί, τῇ Θετταλικῇ πειθανάγκῃ, προσῆγέ σοι περιελόμενος τὴν ἁλουργίδα.
26 οἷός τις ἐνταῦθα γέγονας τοσούτων μὲν ἐθνῶν καὶ στρατοπέδων καὶ χρημάτων ἐν ἡμέρᾳ μιᾷ γεγονὼς κύριος, τὸν πολέμιον δέ, εἰ καὶ μὴ τοῖς ἔργοις, ἀλλὰ τῇ γνώμῃ φανέντα, τὴν ἀρχὴν ἀφελόμενος καὶ τοῦ σώματος κρατήσας;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme