32
Ἐστράτευες μὲν γὰρ αὐτὸς ὑπαίθριος, καὶ ταῦτα πλησίον παρούσης πόλεως οὐ φαύλης, τοῖς στρατευομένοις δὲ οὐκ ἐξ ἐπιτάγματος τὸ πονεῖν καὶ κινδυνεύειν, ἐξ ὧν δὲ αὐτὸς ἔδρας παρεγγυῶν· ἄτραπον μὲν ἐξηῦρες ἄγνωστον τοῖς πᾶσι, πέμψας δὲ ἀξιόμαχον τῆς δυνάμεως ἁπάσης ὁπλιτῶν μοῖραν, εἶτα ἐπειδὴ σαφῶς ἔγνως αὐτοὺς τοῖς πολεμίοις ἐφεστῶτας, αὐτὸς ἀναλαβὼν ἦγες τὸ στράτευμα, καὶ κύκλῳ περιέχων πάντων ἐκράτησας. ταῦτα ἐδρᾶτο πρὸ τῆς ἕω, ἤγγελτο δὲ πρὸ μεσημβρίας τῷ τυράννῳ ἁμίλλαις ἱππικαῖς καὶ πανηγύρει προσκαθημένῳ καὶ τῶν παρόντων οὐδὲν ἐλπίζοντι. τίς μὲν οὖν γέγονεν ἐκ τίνος, καὶ ποταπὴν γνώμην εἶχεν ὑπὲρ τῶν παρόντων, καὶ ὅπως ἐκλιπὼν ἔφυγε τὴν πόλιν καὶ τὴν Ἰταλίαν πᾶσαν, τοὺς φόνους καὶ τὰς πρόσθεν ἀδικίας ἐκκαθαιρόμενος, οὐ τοῦ παρόντος ἂν εἴη λόγου διηγεῖσθαι. ἔμελλε δὲ βραχείας ἀνοκωχῆς τυχὼν οὐδέν τι μεῖον τῶν ἔμπροσθεν δράσειν. οὕτως οὐδὲν πρὸς πονηρίαν ψυχῆς ἄνθρωπος ἀνόσιος ἐξηῦρε καθάρσιον διὰ τοῦ σώματος. ἀφικόμενος γὰρ εἰς Γαλατίαν ὁ χρηστὸς οὑτοσὶ καὶ νόμιμος ἄρχων τοσοῦτον αὐτοῦ γέγονε χαλεπώτερος, ὡς, εἴ τις πρότερον αὐτὸν διαφυγὼν ἐλελήθει τιμωρίας τρόπος ὠμότατος, τοῦτον ἐξευρὼν θέαμα κεχαρισμένον αὑτῷ τὰς τῶν ἀθλίων πολιτῶν παρεῖχε συμφοράς· ἅρματος ζῶντας ἐκδήσας καὶ μεθεὶς φέρεσθαι τοῖς ἡνιόχοις ἕλκειν ἂν ἐκέλευεν, αὐτὸς ἐφεστηκὼς καὶ θεώμενος τὰ δρώμενα· καί τισι τοιούτοις ἑτέροις αὑτὸν ψυχαγωγῶν τὸν πάντα διετέλει χρόνον, ἕως αὐτὸν καθάπερ Ὀλυμπιονίκης περὶ τῷ τρίτῳ παλαίσματι καταβαλὼν δίκην ἐπιθεῖναι τῶν τετολμημένων ἀξίαν κατηνάγκασας ὤσαντα διὰ τῶν στέρνων τὸ αὐτὸ ξίφος, ὃ πολλῶν πολιτῶν ἐμίανε φόνῳ. ταύτης ἐγὼ τῆς νίκης ἀμείνω καὶ δικαιοτέραν οὔποτε γενέσθαι φημὶ οὐδὲ ἐφʼ ᾗ μᾶλλον τὸ κοινὸν τῶν ἀνθρώπων ηὐφράνθη γένος, τοσαύτης ὠμότητος καὶ πικρίας ἀφεθὲν ὄντως ἐλεύθερον, εὐνομίᾳ δὲ ἤδη γανύμενον, ἧς τέως ἀπολαύομεν καὶ ἀπολαύσαιμέν γε ἐπὶ πλέον, ὦ πάντα ἀγαθὴ πρόνοια.