Thesauros Literature rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
35 τῆς παρασκευῆς δὲ αὐτῆς ἡ λαμπρότης καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος τίνα οὐχ ἱκανὸν ἐκπλῆξαι; καίτοι Ξέρξην μὲν ἀκούω τὸν τὴν Ἀσίαν ἐπὶ τοὺς Ἕλληνας ἐξαναστήσαντα χρόνον ἐτῶν οὐκ ἐλάσσονα δέκα πρὸς τὸν πόλεμον ἐκεῖνον παρασκευάζεσθαι, εἶτα ἐπαγαγεῖν πρὸς ταῖς χιλίαις τριήρεσι διακοσίας ἐκ τούτων αὐτῶν οἶμαι τῶν χωρίων, ἐξ ὧν αὐτὸς ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος ἤγειρας τὸν στόλον, πλήθει νεῶν ἐκεῖνον ὑπερβαλλόμενος· τῇ τύχῃ δὲ οὐδὲ ἄξιον συμβαλεῖν οὐδὲ τοῖς ἔργοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme