Thesauros Literature rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
37 Σωφροσύνης δὲ ὑπὲρ τῆς σῆς καὶ φρονήσεως καὶ ὅσην εὔνοιαν τοῖς ὑπηκόοις ἐνειργάσω, βραχέα διελθεῖν ἴσως οὐκ ἄτοπον. τίς γάρ σʼ ἀγνοεῖ τῶν ἁπάντων τοσαύτην ἐκ παίδων τῆς ἀρετῆς ταύτης ἐπιμέλειαν ἐσχηκότα, ὅσην οὐδεὶς ἄλλος τῶν ἔμπροσθεν; καὶ τῆς μὲν ἐν παισὶ σωφροσύνης μάρτυς ὁ πατὴρ γέγονεν ἀξιόχρεως, σοὶ τὰ περὶ τὴν ἀρχὴν καὶ τὰ πρὸς τοὺς ἀδελφοὺς διοικεῖν ἐπιτρέψας μόνῳ, ὄντι γε οὐδὲ πρεσβυτάτῳ τῶν ἐκείνου παίδων· τῆς δὲ ἐν ἀνδράσιν ἅπαντες αἰσθανόμεθα, καθάπερ πολίτου τοῖς νόμοις ὑπακούοντος, ἀλλʼ οὐ βασιλέως τῶν νόμων ἄρχοντος, ἀεί σου προσφερομένου τῷ πλήθει καὶ τοῖς ἐν τέλει. τίς γάρ σʼ ἔγνω μεῖζον ὑπὸ τῆς εὐτυχίας φρονήσαντα; τίς δὲ ἐπαρθέντα τοῖς κατορθώμασι τοσούτοις καὶ τηλικούτοις ἐν βραχεῖ χρόνῳ γενομένοις; ἀλλὰ τὸν Φιλίππου φασὶν Ἀλέξανδρον, ἐπειδὴ τὴν Περσῶν καθεῖλε δύναμιν, οὐ μόνον τὴν ἄλλην δίαιταν πρὸς ὄγκον μείζονα καὶ λίαν ἐπαχθῆ τοῖς πᾶσιν ὑπεροψίαν μεταβαλεῖν, ἀλλʼ ἤδη καὶ τοῦ φύσαντος ὑπερορᾶν καὶ τῆς ἀνθρωπίνης ἁπάσης φύσεως. ἠξίου γὰρ υἱὸς Ἄμμωνος, ἀλλʼ οὐ Φιλίππου νομίζεσθαι, καὶ τῶν συστρατευσαμένων ὅσοι μὴ κολακεύειν μηδὲ δουλεύειν ἠπίσταντο τῶν ἑαλωκότων πικρότερον ἐκολάζοντο. ἀλλὰ σοῦ γε τῆς εἰς τὸν πατέρα τιμῆς ἆρα ἄξιον ἐνταῦθα μεμνῆσθαι; ὃν οὐκ ἰδίᾳ μόνον σεβόμενος, ἀεὶ δὲ ἐν τοῖς κοινοῖς συλλόγοις διετέλεις ἀνακηρύττων καθάπερ ἀγαθὸν ἥρωα. τῶν φίλων δέ, ἀξιοῖς γὰρ αὐτοὺς οὐκ ἄχρις ὀνόματος μόνον τῆς τιμῆς, πολὺ δὲ πλέον διὰ τῶν πραγμάτων βεβαιοῖς ἐπʼ αὐτῶν τοὔνομα· ἔστιν οὖν ἄρα τις ὁ μεμφόμενος ἀτιμίαν ἢ ζημίαν ἢ βλάβην ἤ τινα μικρὰν ὑπεροψίαν ἢ μείζονα; ἀλλʼ οὐκ ἂν οὐδαμῶς εἰπεῖν ἔχοι τοιοῦτον οὐδέν. τούτων γὰρ οἱ μὲν γηραιοὶ σφόδρα, ταῖς ἀρχαῖς εἰς τὴν εἱμαρμένην τελευτὴν τοῦ βίου παραμείναντες, τὰς ἐπιμελείας τῶν κοινῶν συναπέθεντο τοῖς σώμασι, παισὶν ἢ φίλοις ἤ τισι πρὸς γένους τοὺς κλήρους παραπέμποντες· ἄλλοι δὲ πρὸς τοὺς πόνους καὶ τὰς στρατείας ἀπαγορεύοντες, ἀφέσεως ἐντίμου τυχόντες, ζῶσιν ὄλβιοι· τινὲς δὲ καὶ μετήλλαξαν, εὐδαίμονες παρὰ τοῦ πλήθους εἶναι κρινόμενοι. ὅλως δὲ οὐκ ἔστιν οὐδὲ εἷς, ὃς ἐπειδὴ ταύτης ἠξιώθη τῆς τιμῆς, εἰ καὶ μοχθηρὸς ὕστερον ἐφάνη, τιμωρίας ἔτυχε μικρᾶς ἢ μείζονος· ἤρκεσε δὲ αὐτὸν ἀπηλλάχθαι μόνον καὶ μηδὲν ἐνοχλεῖν ἔτι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme