38
Ἐν δὲ τούτοις ἅπασιν ὢν καὶ γεγονὼς τοιοῦτος ἐξ ἀρχῆς ἡδονῆς ἁπάσης, ᾗ πρόσεστιν ὄνειδος καὶ μικρόν, καθαρὰν τὴν ψυχὴν διεφύλαξας. μόνον δὲ οἶμαι σὲ τῶν πρόσθεν αὐτοκρατόρων, σχεδὸν δὲ πλὴν σφόδρα ὀλίγων καὶ πάντων ἀνθρώπων οὐκ ἀνδράσι μόνον παράδειγμα πρὸς σωφροσύνην παρασχεῖν κάλλιστον, καὶ γυναιξὶ δὲ τῆς πρὸς τοὺς ἄνδρας κοινωνίας. ὅσα γὰρ ἐκείναις ἀπαγορεύουσιν οἱ νόμοι τοῦ γνησίους φύεσθαι τοὺς παῖδας ἐπιμελόμενοι, ταῦτα ὁ λόγος ἀπαγορεύει ταῖς ἐπιθυμίαις παρὰ σοί. ἀλλʼ ὑπὲρ μὲν τούτων ἔχων ἔτι πλείονα λέγειν ἀφίημι.
38
Τῆς φρονήσεως δὲ ἄξιον μὲν ἔπαινον διελθεῖν οὐδαμῶς εὐχερές, μικρὰ δὲ ὅμως καὶ ὑπὲρ ταύτης ῥητέον. ἔστι δὲ τὰ μὲν ἔργα τῶν λόγων οἶμαι πιστότερα. οὐ γάρ ἐστιν εἰκὸς τοσαύτην ἀρχὴν καὶ δύναμιν μὴ παρὰ τῆς ἴσης διοικουμένην καὶ κρατουμένην φρονήσεως πρὸς τοσοῦτον μέγεθος ἀφικέσθαι καὶ κάλλος πράξεων· ἀγαπητὸν δέ, εἰ καὶ τῇ τύχῃ μόνον δίχα φρονήσεως ἐπιτρεπομένη ἐπὶ πολὺ μένει. ἀνθῆσαι μὲν γὰρ τῇ τύχῃ προσσχόντα πρὸς βραχὺ ῥᾴδιον, διαφυλάξαι δὲ τὰ δοθέντα ἀγαθὰ δίχα φρονήσεως οὐ λίαν εὔκολον, μᾶλλον δὲ ἀδύνατον ἴσως. ὅλως δὲ εἰ χρὴ καὶ περὶ τούτων ἐναργὲς φράζειν τεκμήριον, πολλῶν καὶ γνωρίμων οὐκ ἀπορήσομεν. τὴν γὰρ εὐβουλίαν ὑπολαμβάνομεν τῶν περὶ τὰς πράξεις ἀγαθῶν καὶ συμφερόντων ἐξευρίσκειν τὰ κράτιστα. σκοπεῖν οὖν ἄξιον ἐφʼ ἁπάντων ἁπλῶς, εἰ μὴ τοῦθʼ ἕν ἐστι τῶν σοι πραχθέντων. οὐκοῦν ὅπου μὲν ἦν ὁμονοίας χρεία, ἔχαιρες ἐλαττούμενος, ὅπου δὲ τοῖς κοινοῖς ἐχρῆν βοηθεῖν, τὸν πόλεμον ἀνείλου προθυμότατα. καὶ Περσῶν μὲν τὴν δύναμιν καταστρατηγήσας οὐδένα τῶν ὁπλιτῶν ἀποβαλὼν διέφθειρας, τὸν πρὸς τοὺς τυράννους δὲ πόλεμον διελὼν τοῦ μὲν ἐκράτησας ταῖς δημηγορίαις, καὶ τὴν μετʼ ἐκείνου δύναμιν ἀκέραιον καὶ κακῶν ἀπαθῆ προσλαβὼν κατεπολέμησας μᾶλλον διὰ τῆς συνέσεως ἢ διὰ τῆς ῥώμης τὸν τοσούτων τοῖς κοινοῖς αἴτιον συμφορῶν.