Thesauros Literature rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
7 Πολλῶν δὲ καὶ καλῶν ἔργων τῷ πατρὶ τῷ σῷ πραχθέντων, ὧν τε ἐπεμνήσθην καὶ ὅσα διὰ τὸ μῆκος παραλιπεῖν δοκῶ, πάντων ἄριστον ἔγωγε φαίην ἄν, οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας ὁμολογήσειν, τὴν σὴν γένεσιν καὶ τροφὴν καὶ παιδείαν· ἐξ ἧς ὑπάρχει τοῖς λοιποῖς οὐ τὸ πρὸς ὀλίγον ἀπολαῦσαι τῆς ἀρίστης ἀρχῆς, ἀλλʼ ὡς οἷόν τέ ἐστιν εἰς πλείονα χρόνον. δοκεῖ γοῦν ἄρχειν ἐκεῖνος εἰσέτι. καὶ Κύρῳ μὲν οὐχ ὑπῆρχε τοῦτο. τελευτήσαντος γὰρ ὁ παῖς ὤφθη μακρῷ φαυλότερος, ὥστε ὁ μὲν ἐκαλεῖτο πατήρ, ὁ δὲ ἐπωνομάσθη δεσπότης. σὲ δὲ πρᾳότερον μὲν τοῦ πατρὸς καὶ ἐν ἄλλοις πολλοῖς κρείττονα σαφῶς τε οἶδα, καὶ δηλώσω τοῦ καιροῦ φανέντος ἐν τῷ λόγῳ. ἐκείνῳ δὲ προσήκειν καὶ τούτου νομίζω μεταδόντι σοι τῆς ἀρίστης τροφῆς, ὑπὲρ ἧς ἤδη λέγειν πειράσομαι, μητρὸς καὶ ἀδελφῶν τῶν σῶν ἐπιμνησθείς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme