Thesauros Literature rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
7 Τῇ μὲν γὰρ εὐγενείας τοσοῦτον περιῆν καὶ κάλλους σώματος καὶ τρόπων ἀρετῆς, ὅσον οὐκ ἄλλῃ γυναικὶ ῥᾳδίως ἄν τις ἐξεύροι. ἐπεὶ καὶ Περσῶν ἀκούω τὸν ὑπὲρ Παρυσάτιδος λόγον, ὅτι μόνη γέγονεν ἀδελφὴ καὶ μήτηρ καὶ γαμετὴ καὶ παῖς βασιλέως. ἀλλʼ ἦν γε αὕτη τοῦ γήμαντος ἀδελφὴ τῇ φύσει, νόμος δὲ ἐδίδου γαμεῖν ἀδελφὴν τῷ Πέρσῃ. τὴν σὴν δὲ μητέρα κατὰ τοὺς παρ’ ἡμῖν νόμους ἀχράντους καὶ καθαρὰς τὰς οἰκειότητας ταύτας φυλάττουσαν συνέβαινε τοῦ μὲν εἶναι παῖδα, γαμετὴν δὲ ἑτέρου, καὶ ἀδελφὴν ἄλλου, καὶ πολλῶν αὐτοκρατόρων, οὐχὶ δὲ ἑνὸς μητέρα. ὧν ὁ μέν τις τῷ πατρὶ συγκατειργάσατο τὸν πρὸς τοὺς τυράννους πόλεμον, ὁ δὲ τὴν πρὸς τοὺς Γέτας ἡμῖν εἰρήνην τοῖς ὅπλοις κρατήσας ἀσφαλῆ παρεσκεύασεν, ὁ δὲ ἐτήρησεν ἄβατον τοῖς πολεμίοις τὴν χώραν, αὐτὸς ἐπιστρατεύων ἐκείνοις πολλάκις, ἕως ἐπέτρεπον οἱ μικρὸν ὕστερον τῶν εἰς ἐκεῖνον ἀδικημάτων δίκην ὑποσχόντες. πολλῶν δὲ ὑπαρχόντων ἐκείνοις περιφανῶν ἔργων, ἐφʼ οἷς ἄν τις αὐτοὺς δικαίως ἐπαινεῖν ἔχοι, καὶ τῶν ἐκ τῆς τύχης ἀγαθῶν περιουσίας οὔσης, οὐδέν ἐστι τοιοῦτον τῶν ἄλλων, ἐφʼ ᾧ μακαρίζων ἄν τις αὐτοὺς εἰκότως σεμνύνοι, ὡς ὅτι τῶν μὲν ἀπόγονοι, τῶν δε ἔκγονοι γεγόνασιν. ἀλλʼ ἵνα μὴ μακρότερα περὶ αὐτῶν λέγων τὸν ὀφειλόμενον τοῖς ἐπαίνοις τοῖς σοῖς καιρὸν ἀναλώσω τοῦ λόγου, πειράσομαι λοιπὸν ὡς ἡμῖν ἄξιον, μᾶλλον δέ, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, μακρῷ τῶν προγόνων ἐπιδείξω σε σεμνότερον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme