Thesauros Literature rhetoric Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον Julian Emperor of Rome 331-363
16 Ἀλλὰ μή ποτε οὐκ ἐκείνων χρὴ νῦν τὸν ἔπαινον γράφειν οὐδὲ ὅσα ἡμῖν ἀγαθὰ γένοιτʼ ἂν ἐνθένδε, ὁπόσου δὲ τὸ δῶρον ἄξιον καταμαθόντας χάριν ἀποτίνειν τυχὸν οὐκ ἀλλοτρίαν τοῦ δοθέν τος τῇ χαρισαμένῃ. λόγων γὰρ ἀστείων καὶ παντοδαπῶν θησαυροὺς τὸν ἐν ταῖς βίβλοις δεξάμενον οὐκ ἄδικον διὰ σμικρῶν καὶ φαύλων ῥημάτων ἰδιωτικῶς καὶ ἀγροίκως ἄγαν ξυγκειμένων ᾄδειν εὐφημίαν. οὐδὲ γὰρ γεωργὸν φήσεις εὐγνώμονα, ὃς καταφυτεύειν μὲν τὴν φυταλιὰν ἀρχόμενος κλήματα ᾔτει παρὰ τῶν γειτόνων, εἶτα ἐκτρέφων τὰς ἀμπέλους δίκελλαν καὶ αὖθις σμινύην, καὶ τέλος ἤδη κάλαμον, ᾧ χρὴ προσδεδέσθαι καὶ ἐπικεῖσθαι τὴν ἄμπελον, ἵνα αὐτή τε ἀνέχηται καὶ οἱ βότρυες ἐξηρτημένοι μηδαμοῦ ψαύωσι τῆς βώλου, τυχόντα δὲ ὧν ἐδεῖτο μόνον ἐμπίπλασθαι τοῦ Διονύσου τῆς χάριτος οὔτε τῶν βοτρύων οὔτε τοῦ γλεύκους μεταδιδόντα τοῖς, ὧν πρὸς τὴν γεωργίαν ἔτυχε προθύμων. οὔκουν οὐδὲ νομέα ποιμνίων οὐδὲ βουκολίων οὐδὲ μὴν αἰπολίων ἐπιεικῆ καὶ ἀγαθὸν καὶ ἐυγνώμονα φήσει τις, ὃς τοῦ μὲν χειμῶνος, ὅτε αὐτῷ στέγης καὶ πόας ἐδεῖτο τὰ βοσκήματα, σφόδρα ἐτύγχανε προθύμων τῶν φίλων, πολλὰ μὲν αὐτῷ ξυμποριζόντων καὶ μεταδιδόντων τροφῆς ἀφθόνου καὶ καταγωγίων, ἦρος δὲ οἶμαι καὶ θέρους φανέντος μάλα γενναίως ἐπιλαθόμενον ὧν εὖ πάθοι, οὔτε τοῦ γάλακτος οὔτε τῶν τυρῶν οὔτε ἄλλου του μεταδιδόντα τοῖς ὑφʼ ὧν αὐτῷ διεσώθη ἀπολόμενα ἂν ἄλλως τὰ θρέμματα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme