Thesauros Literature rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
8 Ἐκεῖνο δὲ ἤδη ῥητέον, ὡς οὔτε ἐν τοῖς κειμένοις ἦν οὔτε ἐν τοῖς φεύγουσιν ὁ παιδοτρίβης τοῦ τυράννου. τὸ γὰρ μηδὲ ἐλπίσαι συγγνώμην εὔλογον οὕτω μὲν ἄδικα διανοηθέντα, ἀσεβῆ δὲ ἐργασάμενον, φόνων τε ἀδίκων ἀνδρῶν καὶ γυναικῶν, πολλῶν μὲν ἰδιωτῶν, πάντων δὲ σχεδὸν ὁπόσοι τοῦ βασιλείου γένους μετεῖχον ἁψάμενον, οὔτι ξὺν δείματι οὐδὲ ἄν τις ἐμφύλιον φόνον διανοηθείη δρῶν, παλαμναίους τινὰς καὶ μιάστορας δεδιὼς καὶ ὑφορώμενος ἐκ τοῦ μιάσματος, ἀλλὰ ὥσπερ τισὶ καθαρσίοις καινοῖς καὶ ἀτόποις τοὺς πρόσθεν ἀπονιπτόμενος ἄνδρα ἐπ’ ἀνδρὶ καὶ γυναῖκας ἐπὶ τοῖς φιλτάτοις ἀποκτιννὺς εἰκότως ἀπέγνω τὴν ἱκετηρίαν. ταῦτα εἰκὸς μὲν αὐτὸν διανοηθῆναι, εἰκὸς δὲ καὶ ἄλλως ἔχειν. οὐ γὰρ δὴ ἴσμεν ὅ, τί ποτε παθὼν ἢ δράσας ᾤχετο ἄιστος, ἄφαντος. ἀλλ’ εἴτε αὐτὸν δαίμων τιμωρὸς ξυναρπάσας, καθάπερ Ὅμηρός φησι τὰς τοῦ Πανδάρεω θυγατέρας, ἐπὶ γῆς ἄγει πέρατα ποινὰς ἀπαιτήσων τῶν διανοημάτων, εἴτε αὐτὸν ὁ ποταμὸς ὑποδεξάμενος ἑστιᾶν κελεύει τοὺς ἰχθῦς, οὔτι πω δῆλον. ἄχρι μὲν γὰρ τῆς μάχης αὐτῆς καὶ ὁπηνίκα οἱ λόχοι συνετάττοντο πρὸς φάλαγγα θρασὺς ἦν ἐν μέσοις ἀναστρεφόμενος· ἐπεὶ δὲ ἐπράχθη τὰ τῆς μάχης, ὥσπερ ἦν ἄξιον, ἀφανὴς ᾤχετο οὐκ οἶδα ὑπὸ τοῦ θεῶν ἢ δαιμόνων κρυφθείς, πλὴν ὅτι γε οὐκ ἐπ’ ἀμείνοσι ταῖς τύχαις εὔδηλον. οὐ γὰρ δὴ αὖθις ἔμελλε φανεὶς ἐπ’ ἐξουσίας ὑβρίζων ἀδεῶς εὐδαιμονήσειν, ὡς ᾤετο, ἀλλὰ ἐς τὸ παντελὲς ἀφανισθεὶς τιμωρίαν ὑφέξειν αὐτῷ μὲν δυστυχῆ, πολλοῖς δὲ ὠφέλιμον καὶ πρὸς ἐπανόρθωσιν.
8 Τὰ μὲν δὴ περὶ τὸν μηχανοποιὸν τῆς ὅλης ὑποθέσεως πλείονος ἀξιωθέντα λόγου, μέσῃ τῇ πράξει παρελόμενα τὸ ξυνεχὲς τῆς διηγήσεως, ἐνταῦθά που πάλιν ἀφετέα. ἐπανιτέον δὲ ὅθενπερ ἐξῆλθον καὶ ἀποδοτέον τὸ τέλος τῆς μάχης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme