9
οὐ γὰρ δὴ ξὺν τῇ τῶν στρατηγῶν δειλίᾳ καὶ τὰ τῶν στρατιωτῶν πίπτει φρονήματα, ἀλλ’ ἐπειδὴ τὰ τῆς τάξεως αὐτοῖς διεφθάρη, οὐ κακίᾳ σφῶν, ἀπειρίᾳ δὲ καὶ ἀμαθίᾳ τοῦ τάττοντος, κατὰ λόχους συνιστάμενοι διηγωνίζοντο· καὶ ἦν τὸ ἔργον ἁπάσης ἐλπίδος μεῖζον, τῶν μὲν οὐχ ὑφιεμένων ἐς τὸ παντελὲς τοῖς κρατοῦσι, τῶν δὲ ἐπεξελθεῖν τελέως τῇ νίκῃ φιλοτιμουμένων, ξυμμιγής τε ᾔρετο τάραχος καὶ βοὴ καὶ κτύπος τῶν ὅπλων, ξιφῶν τε ἀγνυμένων ἀμφὶ τοῖς κράνεσι καὶ τῶν ἀσπίδων περὶ τοῖς δόρασιν. ἀνὴρ δὲ ἀνδρὶ ξυνίστατο, καὶ ἀπορριπτοῦντες τὰς ἀσπίδας αὐτοῖς τοῖς ξίφεσιν ὠθοῦντο μικρὰ τοῦ παθεῖν φροντίζοντες, ἅπαντα δὲ εἰς τὸ δρᾶσαί τι δεινὸν τοὺς πολεμίους τὸν θυμὸν τρέποντες, τοῦ μὴ καθαρὰν αὐτοῖς μηδὲ ἄδακρυν παρασχεῖν τὴν νίκην καὶ τὸ· ἀποθνήσκειν ἀνταλλαττόμενοι. καὶ ταῦτα ἔδρων οὐ πεζοὶ μόνον πρὸς τοὺς διώκοντας, ἀλλὰ καὶ ὅσοις τῶν ἱππέων ὑπὸ τῶν θραυμάτων ἀχρεῖα παντελῶς ἐγεγόνει τὰ δόρατα. ξυστοὶ δέ εἰσιν εὐμήκεις, οὓς συγκαταγνύντες καὶ ἀποπηδῶντες εἰς τοὺς ὁπλίτας μετεσκευάζοντο. καὶ χρόνον μὲν τινα χαλεπῶς καὶ μόλις ἀντεῖχον· ἐπεὶ δὲ οἵ τε ἱππεῖς ἔβαλλον ἐκ τόξων πόρρωθεν ἐφιππαζόμενοι καὶ οἱ θωρακοφόροι πυκναῖς ἐπ’ αὐτοὺς ἐχρῶντο ταῖς ἐπελάσεσιν ἅτε ἐν πεδίῳ καθαρῷ καὶ λείῳ νύξ τε ἐπέλαβεν, ἐνταῦθα οἱ μὲν ἀπέφευγον ἄσμενοι, οἱ δὲ ἐδίωκον καρτερῶς ἄχρι τοῦ χάρακος, καὶ αὐτὸν αἱροῦσιν αὐταῖς ἀποσκευαῖς καὶ ἀνδραπόδοις καὶ κτήνεσιν. ἀρξαμένης δέ, ὅπερ ἔφην, ἄρτι τῆς τροπῆς τῶν πολεμίων καὶ τῶν διωκόντων οὐκ ἀνιέντων, ἐπὶ τὸ λαιὸν ὠθοῦνται, ἵναπερ ὁ ποταμὸς ἦν τοῖς κρατοῦσιν ἐν δεξιᾷ. ἐνταῦθα δὲ ὁ πολὺς ἐγένετο φόνος, καὶ ἐπλήσθη νεκρῶν ἀνδρῶν τε καὶ ἵππων ἀναμίξ. οὐ γὰρ δὴ ὁ Δρᾶος ἐῴκει Σκαμάνδρῳ, οὐδὲ ἦν εὐμενὴς τοῖς φεύγουσιν, ὡς τοὺς μὲν νεκροὺς αὐτοῖς ὅπλοις ἐξωθεῖν καὶ ἀπορριπτεῖν τῶν ῥευμάτων, τοὺς ζῶντας δὲ ξυγκαλύπτειν καὶ ἀποκρύπτειν ἀσφαλῶς ταῖς δίναις. τοῦτο γὰρ ὁ ποταμὸς ὁ Τρὼς τυχὸν μὲν ὑπὸ εὐνοίας ἔδρα, τυχὸν δὲ οὕτως ἔχων μεγέθους, ὡς ῥᾴδιον παρέχειν βαδίζειν τε ἐθέλοντι καὶ νηχομένῳ τὸν πόρον· ἐπεὶ καὶ γεφυροῦται μιᾶς ἐμβληθείσης εἰς αὐτὸν πτελέας, ἅπας τε ἀναμορμύρων ἀφρῷ καὶ αἵματι πλάζ’ ὤμους Ἀχιλῆος, εἰ χρὴ καὶ τοῦτο πιστεῦσαι, βιαιότερον δὲ οὐδὲν εἰργάζετο· καὶ ἐπιλαβόντος ὀλίγου καύματος ἀπαγορεύει τὸν πόλεμον καὶ ἐξόμνυται τὴν ἐπικουρίαν.