14
Σχεδὸν γάρ μοι τοῦτο φαίνεται τὸ γενναιότατον τῶν ἔργων Ἕκτορος, καὶ οὐχὶ Γλαύκου τέχνης συνεῖναι οὐδὲ σοφωτέρας ἐπινοίας δεῖται, Ὁμήρου σαφῶς διδάσκοντος, ὡς Ἀχιλλέως μὲν φανέντος ἐδύσετο οὐλαμὸν ἀνδρῶν. Ἀγαμέμνονος δὲ τοῖς Τρωσὶν ἐπικειμένου καὶ ἐς τὸ τεῖχος καταδιώξαντος Ἕκτορα ὕπαγε Ζεύς, ἵνα ἀποσώζοιτο καθ’ ἡσυχίαν. προσπαίζων δὲ αὐτὸν ὁ ποιητὴς καὶ καταγελῶν τῆς δειλίας ὑπὸ τῇ φηγῷ καὶ πρὸς ταῖς πύλαις ἤδη καθημένῳ τὴν Ἶριν ἥκειν ἔφη παρὰ τοῦ Διὸς φράζουσαν Ὄφρ’ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν Θύνοντ’ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, Τόφρ’ ὑπόεικε μάχης. πῶς γὰρ εἰκὸς οὕτως ἀγεννῆ καὶ δειλὰ παραινεῖν τὸν Δία, ἄλλως τε οὐδὲ μαχομένῳ, ξὺν πολλῇ δὲ ἑστῶτι ῥᾳστώνῃ; καὶ ὁπηνίκα δὲ ὁ τοῦ Τυδέως, τῆς Ἀθηνᾶς πολλὴν ἐκ τοῦ κράνους ἀναπτούσης φλόγα, πολλοὺς μὲν ἔκτεινε, φεύγειν δὲ ἠνάγκαζε τοὺς ὑπομένοντας, πόρρω τε ἀφειστήκει τοῦ πολέμου, καὶ πολλὰ ὑπομένων ὀνείδη ἀπέγνω μὲν κρατοῦσι τοῖς Ἀχαιοῖς ἀντιστῆναι, εὐπρεπῆ δὲ ποιεῖται τὴν εἰς τὸ ἄστυ πορείαν, ὡς τῇ μητρὶ παραινέσων ἐξιλεοῦσθαι τὴν Ἀθηνᾶν μετὰ τῶν Τρωάδων. καίτοι εἰ μὲν αὐτὸς ἱκέτευε πρὸ τοῦ νεὼ ξὺν τῇ γερουσίᾳ, πολὺν ἂν εἶχε λόγον· προσήκει γὰρ οἶμαι τὸν στρατηγὸν ἢ βασιλέα καθάπερ ἱερέα καὶ προφήτην θεραπεύειν ἀεὶ ξὺν κόσμῳ τὸν θεὸν καὶ μηδὲν ὀλιγωρεῖν μηδὲ ἑτέρῳ μᾶλλον προσήκειν ἡγεῖσθαι μηδὲ ἐπιτρέπειν, ἀνάξιον αὑτοῦ νομίζοντα τὸ διακόνημα.