Thesauros Literature rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
15 Οἶμαι γὰρ τὴν Πλάτωνος μικρὰ παρατρέψας λέξιν οὐχ ἁμαρτήσεσθαι, ὡς ὅτῳ ἀνδρί, μᾶλλον δὲ βασιλεῖ, ἐς τὸν θεὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἀναγκάζεται αὐτὸς καὶ τὰ ἐκείνου πράγματα, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν. εἰ δὲ ἐπιτρέποι μηδεὶς μεταγράφειν μηδὲ ἐκτρέπειν μηδὲ μεταλαμβάνειν τοὔνομα, ἀλλὰ ὥσπερ ἱερὸν ἀρχαῖον κελεύοι μένειν ἐᾶν ἀκίνητον, οὐδὲ οὕτως ἄλλο τι διανοεῖσθαι τὸν σοφὸν ἐροῦμεν. τὸ γὰρ εἰς ἑαυτὸν οὐ δήπου τὸ σῶμά φησιν οὐδὲ τὰ χρήματα οὐδὲ εὐγένειαν καὶ δόξαν πατέρων· ταῦτα γὰρ αὐτοῦ μέν τινος οἰκεῖα κτήματα, οὐ μήν ἐστι ταῦτα αὐτός· ἀλλὰ νοῦν καὶ φρόνησιν, φησί, καὶ τὸ ὅλον τὸν ἐν ἡμῖν θεόν· ὃ δὴ καὶ αὐτὸς ἑτέρωθι κυριώτατον ἐν ἡμῖν ψυχῆς εἶδος ἔφη, καὶ ὡς ἄρα αὐτὸν δαίμονα θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν. ἐς τοῦτο γὰρ ἔοικεν ἐπιτάττειν ἀνηρτῆσθαι χρῆναι ἑκάστῳ ἀνδρί, καὶ οὐκ εἰς ἄλλους ἀνθρώπους, οἳ τὰ μὲν ἄλλα βλάπτειν καὶ κωλύειν ἐθέλοντες πολλάκις ἐδυνήθησαν· ἤδη δέ τινες καὶ μὴ βουλόμενοι τῶν ἡμετέρων τινὰ παρείλοντο. τοῦτο δὲ ἀκώλυτον μόνον καὶ ἀπαθές ἐστιν, ἐπεὶ μηδὲ θεμιτὸν ὑπὸ τοῦ χείρονος τὸ κρεῖττον βλάπτεσθαι. ἔστι δὲ καὶ οὗτος ἐκεῖθεν ὁ λόγος. ἀλλ’ ἔοικα γὰρ καταφορτίζειν ὑμᾶς τοῖς τοῦ Πλάτωνος λόγοις μικρὰ ἐπιπάττων τῶν ῥημάτων ὥσπερ ἁλῶν ἢ χρυσοῦ ψήγματος. τούτων δὲ οἱ μὲν ἡδίω τὴν τροφήν, ὁ δὲ εὐπρεπῆ μᾶλλον παρέχει τὴν θέαν. ἀμφότερα δὲ ἐν τοῖς Πλάτωνος λόγοις· καὶ γὰρ αἰσθέσθαι διὰ τῆς ἀκοῆς ἡδίους τῶν ἁλῶν καὶ θρέψαι ψυχὴν ξὺν ἡδονῇ καὶ καθῆραι θαυμαστοί· ὥστε οὐκ ἀποκνητέον οὐδὲ εὐλαβητέον τὸν ψόγον, εἴ τις ἄρα καταμέμφοιτο τὴν ἀπληστίαν, καὶ ὅτι παντὸς ἐπιδραττόμεθα ὥσπερ ἐν τοῖς συμποσίοις οἱ λίχνοι τῶν ἐδωδίμων ἁπάντων, οὐχ ὑπομένοντες τὸ μὴ τῶν προκειμένων ἅψασθαι. τοῦτο γὰρ δὴ τρόπον τινὰ καὶ ἡμῖν ἔοικε συμβαίνειν, ἐπαίνους ἅμα καὶ δόγματα ᾄδειν καὶ πρὶν ἢ μετρίως ἐφικέσθαι τοῦ προτέρου λόγου μέσον ὑποτεμομένοις φιλοσόφων ἐξηγεῖσθαι ῥήσεις. πρὸς δὴ τοὺς τὰ τοιαῦτα καταμεμφομένους εἴρηται μὲν ἤδη καὶ πρότερον καὶ αὖθις δὲ ἴσως λελέξεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme