Thesauros Literature rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
16 Νῦν δὲ τὸ συνεχὲς ἀποδόντες τῷ παρόντι λόγῳ ἐπὶ τὸν ἐξ ἀρχῆς ἐπανάγωμεν ὥσπερ οἱ προεκθέοντες ἐν τοῖς δρόμοις. ἐλέγετο δ’ οὖν ἐν τοῖς πρόσθεν ὡς αὐτὸν μέν τινά φησι Πλάτων τὸν νοῦν καὶ τὴν ψυχήν, αὐτοῦ δὲ τὸ σῶμα καὶ τὴν κτῆσιν. ταῦτα δὲ ἐν τοῖς θαυμασίοις διώρισται νόμοις. ὥσπερ οὖν, εἴ τις ἐξ ἀρχῆς ἀναλαβὼν λέγοι· Ὅτῳ ἀνδρὶ ἐς νοῦν καὶ φρόνησιν ἀνήρτηται πάντα τὰ ἐς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν τοῖς ἐκτός, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων ἢ καὶ πασχόντων πλανᾶσθαι ἀναγκάζεται, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν, οὐ παρατρέπει τὴν λέξιν οὐδὲ παραποιεῖ, ἐξηγεῖται δὲ ὀρθῶς καὶ ἑρμηνεύει· οὕτω δὲ καὶ ὅστις ἀντὶ τῆς αὐτοῦ λέξεως τὸν θεὸν παραλαμβάνει οὐκ ἀδικεῖ. εἰ γὰρ τὸν ἐν ἡμῖν δαίμονα, ὄντα μὲν ἀπαθῆ τῇ φύσει καὶ θεῷ ξυγγενῆ, πολλὰ δὲ ἀνατλάντα καὶ ὑπομείναντα διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν καὶ τοῦ πάσχειν τε καὶ φθείρεσθαι φαντασίαν τοῖς πολλοῖς παρασχόντα, τοῦ παντὸς ἐκεῖνος προΐσταται βίου τῷ γε εὐδαιμονήσειν μέλλοντι, τί χρὴ προσδοκᾶν αὐτὸν ὑπὲρ τοῦ καθαροῦ καὶ ἀμιγοῦς γηίνῳ σώματι διανοηθῆναι νοῦ, ὃν δὴ καὶ θεὸν εἶναί φαμεν καὶ αὐτῷ τὰς ἡνίας ἐπιτρέπειν τοῦ βίου χρῆναι παραινοῦμεν πάντα ἰδιώτην τε καὶ βασιλέα, τόν γε ὡς ἀληθῶς ἄξιον τῆς ἐπικλήσεως καὶ οὐ νόθον οὐδὲ ψευδώνυμον, συνιέντα μὲν αὐτοῦ καὶ αἰσθανόμενον διὰ συγγένειαν, ὑφιέμενον δὲ αὐτῷ τῆς ἀρχῆς καὶ ὑποχωροῦντα τῆς ἐπιμελείας ὡς ἔμφρονα; ἀνόητον γὰρ καὶ μάλα αὔθαδες τὸ μὴ καθάπαξ ἐς δύναμιν πείθεσθαι τῷ θεῷ ἀρετῆς ἐπιμελομένους· τούτῳ γὰρ μάλιστα χαίρειν ὑποληπτέον τὸν θεόν. οὐ μὴν οὐδὲ τῆς ἐννόμου θεραπείας ἀποστατέον οὐδὲ τὴν τοιαύτην τιμὴν ὑπεροπτέον τοῦ κρείττονος, θετέον δὲ ἐν ἀρετῆς μοίρᾳ τὴν εὐσέβειαν τὴν κρατίστην. ἔστι γὰρ ὁσιότης τῆς δικαιοσύνης ἔκγονος· αὕτη δὲ ὅτι τοῦ θειοτέρου ψυχῆς εἴδους ἐστίν, οὐδένα λέληθε τῶν ὅσοι τὰ τοιαῦτα μεταχειρίζονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme