18
Καὶ ἵνα μὴ διατρίβειν δοκῶ αὖθίς τε ὑπὲρ τῶν δυσχωριῶν διαλεγόμενος, καὶ ὡς οὔτε στρατόπεδον ἦν οὐδὲ χάρακα πλησίον καταβαλέσθαι, οὔτε ἐπάγειν μηχανὰς καὶ ἑλεπόλεις, ἀνύδρου δεινῶς ὄντος καὶ οὐδὲ μικρὰς λιβάδας ἔχοντος τοῦ πέριξ χωρίου, ἐπ’ αὐτὴν εἶμι τὴν αἵρεσιν. καὶ εἰ βούλεσθε τὸ κεφάλαιον ἀθρόως ἑλεῖν τοῦ λόγου, ὑπομνήσθητε τῆς τοῦ Μακεδόνος ἐπὶ τοὺς Ἰνδοὺς πορείας, οἳ τὴν πέτραν ἐκείνην κατῴκουν, ἐφ’ ἣν οὐδὲ τῶν ὀρνίθων ἦν τοῖς κουφοτάτοις ἀναπτῆναι, ὅπως ἑάλω, καὶ οὐδὲν πλέον ἀκούειν ἐπιθυμήσετε· πλὴν τοσοῦτον μόνον, ὅτι Ἀλέξανδρος μὲν ἀπέβαλε πολλοὺς Μακεδόνας ἐξελὼν τὴν πέτραν, ὁ δὲ ἡμέτερος ἄρχων καὶ στρατηγὸς οὐδὲ χιλίαρχον ἀποβαλὼν ἢ λοχαγόν τινα, ἀλλ’ οὐδὲ ὁπλίτην τῶν ἐκ καταλόγου, καθαρὰν καὶ ἄδακρυν περιεποιήσατο τὴν νίκην. Ἕκτωρ δὲ οἶμαι καὶ Σαρπηδὼν πολλοὺς ἐκ τοῦ τειχίσματος κατέβαλον, ἐντυχόντες δὲ ἀριστεύοντι Πατρόκλῳ ὁ μὲν ἐπὶ τῶν νεῶν κτείνεται, ὁ δὲ ἔφευγεν αἰσχρῶς οὐδὲ ἀνελόμενος τὸ σῶμα τοῦ φίλου. οὕτως οὐδενὶ ξὺν νῷ, ῥώμῃ δὲ μᾶλλον σωμάτων θρασυνόμενοι τὴν ἐς τὸ τεῖχος πάροδον ἐτόλμων. βασιλεὺς δὲ οὗ μὲν ἀλκῆς ἔργον ἐστὶ καὶ θυμοῦ χρῆται τοῖς ὅπλοις καὶ κρατεῖ ξὺν εὐβουλίᾳ, οὗ δὲ μόνον ἐδέησε γνώμης, ταύτῃ κυβερνᾷ καὶ κατεργάζεται πράγματα τοσαῦτα, ὁπόσα οὐδ’ ἄν ὁ σίδηρος ἐξελεῖν ἰσχύσειεν.