23
τὰ μὲν δὴ θαυμαστὰ τῶν ἔργων καὶ ὁπόσων ὁ πολὺς ὅμιλος θεατής τε ἐγένετο καὶ διασώζει τὴν μνήμην ξὺν εὐφημίᾳ, ἅτε ἐς τὸ τέλος ἀφορῶν καὶ τῶν εὖ ἢ κακῶς ἀποβάντων κριτὴς καθεστὼς καὶ ἐπαινέτης οὐ μάλα ἀστεῖος, ἀκηκόατε πολλάκις τῶν μακαρίων σοφιστῶν καὶ τοῦ ποιητικοῦ γένους πρὸς αὐτῶν τῶν μουσῶν ἐπιπνεομένου, ὥστε ὑμᾶς τούτων ἕνεκα καὶ διωχλήκαμεν, μακροτέρους τοὺς ὑπὲρ αὐτῶν ποιούμενοι λόγους· καὶ γάρ ἐστε λίαν αὐτῶν ἤδη διακορεῖς καὶ ὑμῶν ἐστι τὰ ὦτα πλήρη, καὶ οὐ μή ποτε ἐπιλίπωσιν οἱ τούτων ποιηταί, πολέμους ὑμνοῦντες καὶ νίκας ἀνακηρύττοντες λαμπρᾷ τῇ φωνῇ κατὰ τοὺς Ὀλυμπίασι κήρυκας· παρέσχεσθε γὰρ ὑμεῖς τῶν ἀνδρῶν τούτων ἀφθονίαν, ἀσμένως ἐπακούοντες. καὶ οὐδὲν θαυμαστόν. εἰσὶ γὰρ αἱ τούτων ὑπολήψεις ἀγαθῶν πέρι καὶ φαύλων ταῖς ὑμετέραις ξυγγενεῖς, καὶ ἀπαγγέλλουσι πρὸς ὑμᾶς τὰ ὑμῶν αὐτῶν διανοήματα, ἃ ὥσπερ ἐσθῆτι ποικίλῃ τοῖς ὀνόμασι σκιαγραφήσαντες καὶ διαπλάσαντες ἡδίστοις ῥυθμοῖς καὶ σχήμασιν ὡς δή τι καινὸν εὑρόντες εἰς ὑμᾶς φέρουσιν· ὑμεῖς δὲ ἄσμενοι παραδέχεσθε, καὶ ἐκείνους τε οἴεσθε ὀρθῶς ἐπαινεῖν, τούτοις τε ἀποδίδοσθαι τὸ προσῆκόν φατε. τὸ δέ ἐστι μὲν ἴσως ἀληθές, τυχὸν δὲ καὶ ἄλλως ἔχει, ἀγνοούμενον πρὸς ὑμῶν ὅπῃ ποτὲ ἂν ὀρθῶς γίγνοιτο.