Thesauros Literature rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
23 Ἐπεὶ καὶ τὸν Ἀθηναῖον ἐνενόησα Σωκράτη· ἴστε δὲ ὑμεῖς ἀκοῇ τὸν ἄνδρα καὶ τὸ ἐπ’ αὐτῷ κλέος τῆς σοφίας παρὰ τῆς Πυθίας ἐκβοηθέν· οὐ ταῦτα ἐπαινοῦντα οὐδὲ εὐδαίμονας καὶ μακαρίους ὁμολογοῦντα τοὺς πολλὴν κεκτημένους χώραν, πλεῖστα δ’ ἔθνη καὶ ἐν αὐτοῖς πολλοὺς μὲν Ἑλλήνων, πλείους δὲ ἔτι καὶ μείζους βαρβάρων καὶ τὸν Ἄθω διορύττειν δυναμένους καὶ σχεδίᾳ τὰς ἠπείρους, ἐπειδὰν ἐθέλωσι διαβαίνειν, συνάπτοντας καὶ ἔθνη καταστρεφομένους καὶ αἱροῦντας νήσους καὶ σαγηνεύοντας καὶ λιβανωτοῦ χίλια τάλαντα καταθύοντας. οὔτε οὖν Ξέρξην ἐκεῖνος ἐπῄνει ποτὲ οὔτε ἄλλον τινὰ Περσῶν ἢ Λυδῶν ἢ Μακεδόνων βασιλέα, ἀλλ’ οὐδὲ Ἑλλήνων στρατηγόν, πλὴν σφόδρα ὀλίγων, ὁπόσους ἠπίστατο χαίροντας ἀρετῇ καὶ ἀσπαζομένους ἀνδρείαν μετὰ σωφροσύνης καὶ φρόνησιν μετὰ δικαιοσύνης στέργοντας. ὅσους δὲ ἀγχίνους ἢ δεινοὺς ἢ στρατηγικοὺς ἢ κομψοὺς καὶ τῷ πλήθει πιθανοὺς ἑώρα, σμίκρ’ ἄττα μόρια κατανειμαμένους ἀρετῆς, οὐδὲ τούτους ἐς ἅπαν ἐπῄνει. ἕπεται δὲ αὐτοῦ τῇ κρίσει σοφῶν ἀνδρῶν δῆμος ἀρετὴν θεραπεύοντες, τὰ κλεινὰ δὲ οἶμαι ταῦτα καὶ θαυμαστὰ οἱ μὲν ὀλίγου τινός, οἱ δὲ οὐδενὸς ἄξια λέγοντες.
23 Εἰ μὲν οὖν καὶ ὑμῖν ταύτῃ πῃ ξυνδοκεῖ, δέος οὐ φαῦλόν με ἔχει περὶ τῶν ἔμπροσθεν λόγων καὶ ἐμαυτοῦ, μή ποτε ἄρα τοὺς μὲν παιδιὰν ἀποφήνητε, σοφιστὴν δὲ ἐμὲ γελοῖον καὶ ἀμαθῆ, μεταποιούμενον τέχνης, ἧς σφόδρα ἀπείρως ἔχειν ὁμολογῶ, ὥς γ’ ἐμοὶ πρὸς ὑμᾶς ὁμολογητέον ἐστὶ τοὺς ἀληθεῖς ἐπαίνους διεξιόντι καὶ ὧν ἀκούειν ἄξιον ὑμῖν οἴεσθε, εἰ καὶ ἀγροικότεροι καὶ ἐλάττους μακρῷ τῶν ῥηθέντων τοῖς πολλοῖς φαίνοιντο. εἰ δέ, ὅπερ ἔμπροσθεν ἔφην, ἀποδέχεσθε τοὺς ἐκείνων ποιητάς, ἐμοὶ μὲν ἀνεῖται τὸ δέος εὖ μάλα. οὐ γὰρ πάντα ὑμῖν ἄτοπος φανοῦμαι, ἀλλὰ πολλῶν μὲν οἶμαι φαυλότερος, κατ’ ἐμαυτὸν δὲ ἐξεταζόμενος οὐ παντάπασιν ἀπόβλητος οὐδὲ ἀτόποις ἐπιχειρῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme