29
καὶ καρτερεῖν δὲ καὶ ὑπομένειν τόν τε ἐπὶ στρατιᾶς καὶ ἐν τοῖς ὅπλοις κάματον ὁπόσα τε κατὰ τὴν εἰρήνην ἐξηυρέθη γυμνάσια μελέτης ἕνεκα τῆς πρὸς τοὺς ὀθνείους ἀγῶνας, πῶς ἄν τις μάλιστα πείσας εἴη, ἢ δῆλον ὡς αὐτὸς ὁρώμενος καρτερὸς καὶ ἀδαμάντινος; ἔστι γὰρ ἀληθῶς ἥδιστον θέαμα στρατιώτῃ πονουμένῳ σώφρων αὐτοκράτωρ, συνεφαπτόμενος ἔργων καὶ προθυμούμενος καὶ παρακαλῶν καὶ ἐν τοῖς δοκοῦσι φοβεροῖς φαιδρὸς καὶ ἀδεὴς καὶ ὅπου λίαν θαρροῦσι σεμνὸς καὶ ἐμβριθής. πέφυκε γὰρ ἐξομοιοῦσθαι πρὸς τὸν ἄρχοντα τὰ τῶν ὑπηκόων εὐλαβείας πέρι καὶ θράσους. προνοητέον δὲ αὐτῷ τῶν εἰρημένων οὐ μεῖον ὅπως ἄφθονον τὴν τροφὴν ἔχωσι καὶ οὐδενὸς τῶν ἀναγκαίων ἐνδέωνται. πολλάκις γὰρ οἱ πιστότατοι τῶν ποιμνίων φρουροὶ καὶ φύλακες ὑπὸ τῆς ἐνδείας ἀναγκαζόμενοι ἄγριοί τέ εἰσι τοῖς νομεῦσι καὶ αὐτοὺς πόρρωθεν ἰδόντες περιυλακτοῦσι καὶ οὐδὲ τῶν προβάτων ἀπέσχοντο.