31
ἃ δὴ μιμητέον τῷ γενναίῳ καὶ θεοφιλεῖ, καὶ μεταδοτέον πολλοῖς μὲν τῆς ἑαυτοῦ ἀρετῆς διὰ φιλίας ἐς ταύτην τὴν κοινωνίαν προσληφθεῖσιν. ἀρχὰς δὲ ἐπιτρεπτέον οἰκείας ἑκάστου τῇ φύσει καὶ προαιρέσει, τῷ μὲν ἀνδρώδει καὶ τολμηρῷ καὶ μεγαλοθύμῳ μετὰ ξυνέσεως στρατιωτικάς, ἵν’ εἰς δέον ἔχῃ τῷ θυμῷ χρῆσθαι καὶ τῇ ῥώμῃ, τῷ δικαίῳ δὲ καὶ πρᾴῳ καὶ φιλανθρώπῳ καὶ πρὸς οἶκτον εὐχερῶς ἐπικλωμένῳ τῶν πολιτικῶν τὰς ἀμφὶ τὰ συναλλάγματα, βοηθείας τοῖς ἀσθενεστέροις καὶ ἁπλουστέροις μηχανώμενον καὶ πένησι πρὸς τοὺς ἰσχυροὺς καὶ ἀπατεῶνας καὶ πανούργους καὶ ἐπαιρομένους τοῖς χρήμασιν ἐς τὸ βιάζεσθαι καὶ ὑπερορᾶν τῆς δίκης, τῷ δὲ ἐξ ἀμφοῖν κεκραμένῳ μείζονα ἐν τῇ πόλει τιμὴν καὶ δύναμιν περιθετέον, καὶ αὐτῷ τὰς ὑπὲρ τῶν ἁμαρτημάτων κρίσεις, οἷς ἕπεται τιμωρία καὶ κόλασις ἔνδικος ἐπ’ ὠφελείᾳ τῶν ἀδικουμένων ἐπιτρέπων ὀρθῶς ἂν καὶ ἐμφρόνως λογίζοιτο. κρίνας γὰρ ὁ τοιοῦτος ἀδεκάστως ἅμα τοῖς συνέδροις παραδώσει τῷ δημίῳ τὰ γνωσθέντα ἐπιτελεῖν, οὔτε διὰ θυμοῦ μέγεθος οὔτε διὰ μαλακίαν ψυχῆς ἁμαρτάνων τοῦ φύσει δικαίου. κινδυνεύει δὲ ὁ κράτιστος ἐν πόλει τοιοῦτός τις εἶναι, τὰ μὲν ἐν ἀμφοτέροις ἔχων ἀγαθά, τὰς δὲ οἷον κῆρας ἐκ τοῦ πλεονάζοντος ἐν ἑκάστῳ τῶν ἔμπροσθεν εἰρημένων ἐκφεύγων. ἐφορῶν δὲ αὐτὸς ἅπαντα καὶ κατευθύνων καὶ ἄρχων ἀρχόντων τοὺς μὲν ἐπὶ τῶν μεγίστων ἔργων καὶ διοικήσεων τεταγμένους καὶ αὐτῷ τῆς ὑπὲρ ἁπάντων βουλῆς κοινωνοῦντας ἀγαθούς τε εἶναι καὶ ὅ, τι μάλιστα αὑτοῦ παραπλησίους εὔξεται γενέσθαι. αἱρήσεται δὲ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, οὐδ’ ἐθελήσει φαυλότερος εἶναι κριτὴς τῶν λιθογνωμόνων καὶ τῶν βασανιζόντων τὸ χρυσίον ἢ τὴν πορφύραν. τούτοις γὰρ οὐ μία ὁδὸς ἐπὶ τὴν ἐξέτασιν ἀπόχρη, ἀλλὰ συνιέντες οἶμαι τῶν πανουργεῖν ἐθελόντων ποικίλην καὶ πολύτροπον τὴν μοχθηρίαν καὶ τὰ ἐπιτεχνήματα εἰς δύναμιν ἅπασιν ἀντετάξαντο, καὶ ἀντέστησαν ἐλέγχους τοὺς ἐκ τῆς τέχνης. ὃ δὴ καὶ αὐτὸς περὶ τῆς κακίας ὑπολαμβάνων, ὡς ἐστὶ ποικίλη καὶ ἀπατηλὴ καὶ τοῦτό ἐστι χαλεπώτατον τῶν ἐκείνης ἔργων, ὅτι δὴ ψεύδεται πολλάκις ἀρετὴν ὑποδυομένη καὶ ἐξαπατᾷ τοὺς οὐ δυναμένους ὀξύτερον ὁρᾶν ἢ καὶ ἀποκάμνοντας τῷ μήκει τοῦ χρόνου πρὸς τὴν ἐξέτασιν, τὸ παθεῖν τι τοιοῦτον ὀρθῶς φυλάξεται. ἑλόμενος δὲ ἅπαξ καὶ περὶ αὑτὸν τοὺς ἀρίστους ἔχων τούτοις ἐπιτρέψει τὴν τῶν ἐλασσόνων ἀρχόντων αἵρεσιν.