Thesauros Literature rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
33 Πρῶτον μὲν οὖν ὑπομνησθῶμεν μικρὰ τῶν ἔμπροσθεν, ὁπότε τῆς ὑπὲρ τούτων διηγήσεως ἀπεπαυόμεθα. ἔφαμέν που χρῆναι τοὺς σπουδαίους τῶν ἀληθινῶν ἐπαίνων ἀκροατὰς οὐκ εἰς ταῦτα ὁρᾶν, ὧν ἡ τύχη καὶ τοῖς μοχθηροῖς πολλάκις μεταδίδωσιν, εἰς δὲ τὰς ἕξεις καὶ τὴν ἀρετήν, ἧς μόνοις μέτεστι τοῖς ἀγαθοῖς ἀνδράσι καὶ φύσει σπουδαίοις. εἶτα ἐντεῦθεν ἑλόντες τοὺς ἑξῆς ἐπεραίνομεν λόγους, ὡς πρὸς κανόνα τινὰ καὶ στάθμην ἀπευθύνοντες, ᾗ τοὺς τῶν ἀγαθῶν ἀνδρῶν καὶ βασιλέων ἐπαίνους ἐναρμόττειν ἐχρῆν. καὶ ὅτῳ μὲν ἀληθὴς καὶ ἀπαράλλακτος ἁρμονία πρὸς τοῦτο γέγονε τὸ ἀρχέτυπον, ὄλβιος μὲν αὐτὸς καὶ ὄντως εὐδαίμων, εὐτυχεῖς δὲ οἱ μεταλαβόντες τῆς τοιαύτης ἀρχῆς· ὅστις δὲ ἐγγὺς ἀφίκετο, τῶν πλέον ἀπολειφθέντων ἀμείνων καὶ εὐτυχέστερος· οἱ δὲ ἀπολειφθέντες παντελῶς ἢ καὶ τὴν ἐναντίαν τραπόμενοι δυστυχεῖς καὶ ἀνόητοι καὶ μοχθηροί, αὑτοῖς τε καὶ ἄλλοις τῶν μεγίστων αἴτιοι συμφορῶν.
33 Εἰ δὴ οὖν καὶ ὑμῖν ταύτῃ πῃ ξυνδοκεῖ, ὥρα ἐπεξιέναι τοῖς ἔργοις, ἃ τεθαυμάκαμεν. καὶ ὅπως μή τις ὑπολάβῃ τὸν λόγον καθ’ αὑτὸν ἰόντα, καθάπερ ἵππον ἀνταγωνιστοῦ στερόμενον ἐν τοῖς δρόμοις, κρατεῖν καὶ ἀποφέρειν τὰ νικητήρια, πειράσομαι, πῇ ποτε διαφέρετον ἀλλήλων ὅ τε ἡμέτερος καὶ ὁ τῶν σοφῶν ῥητόρων ἔπαινος, δεῖξαι. οὐκοῦν οἱ μὲν τὸ προγόνων γενέσθαι δυναστῶν καὶ βασιλέων θαυμάζουσι μάλα, ὀλβίων καὶ εὐδαιμόνων μακαρίους ὑπολαμβάνοντες τοὺς ἐκγόνους· τὸ δὲ ἐπὶ τούτοις οὔτε ἐνενόησαν οὔτε ἐσκέψαντο, τίνα τρόπον διατελοῦσιν τοῖς ἀγαθοῖς χρώμενοι. καίτοι γε τοῦτο ἦν τῆς εὐτυχίας ἐκείνης τὸ κεφάλαιον καὶ σχεδὸν ἁπάντων τῶν ἐκτὸς ἀγαθῶν· εἰ μή τις καὶ πρὸς τοὔνομα δυσχεραίνει, τὴν κτῆσιν ὑπὸ τῆς ἔμφρονος χρήσεως ἀγαθὴν καὶ φαύλην ὑπὸ τῆς ἐναντίας γίγνεσθαι συμβαίνειν· ὥστε οὐ μέγα, καθάπερ οἴονται, τὸ βασιλέως πλουσίου καὶ πολυχρύσου γενέσθαι, μέγα δὲ ἀληθῶς τὸ τὴν ἀρετὴν τὴν πατρῴαν ὑπερβαλλόμενον ἄμεμπτον αὑτὸν τοῖς γειναμένοις παρασχεῖν εἰς ἅπαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme