34
Βούλεσθε οὖν εἰ τοῦτο ὑπάρχει βασιλεῖ καταμαθεῖν; παρέξομαι δὲ ὑμῖν ἐγὼ μαρτυρίαν πιστήν, καί με οὐχ αἱρήσετε ψευδομαρτυρίων, εὖ οἶδα· ὑπομνήσω γὰρ ὑμᾶς ὧν ἴστε· τυχὸν δὲ καὶ ἤδη τοῦ λεγομένου ξυνίετε, εἴ τε οὔπω δῆλον, αὐτίκα μάλα ξυνήσετε ἐννοήσαντες πρῶτον μὲν ὡς αὐτὸν ὁ πατὴρ ἠγάπα διαφερόντως, οὔτι πρᾷος ὢν λίαν τοῖς ἐκγόνοις οὐδὲ τῇ φύσει πλέον ἢ τῷ τρόπῳ διδούς, ἡττώμενος δὲ οἶμαι τῆς θεραπείας καὶ οὐκ ἔχων, ὅ,τι μέμφοιτο, δῆλος ἦν εὔνους ὤν. καὶ αὐτοῦ σημεῖον τῆς γνώμης, πρῶτον μὲν ὅτι Κωνσταντίῳ ταύτην ἐξεῖλε τὴν μοῖραν, ἣν αὑτῷ πρότερον προσήκειν ἔχειν ὑπέλαβεν, εἶθ’ ὅτι τελευτῶν τὸν βίον, τὸν πρεσβύτατον καὶ τὸν νεώτατον ἀφεὶς σχολὴν ἄγοντας, τοῦτον δὴ ἄσχολον ἐκάλει καὶ ἐπέτρεπε τὰ περὶ τὴν ἀρχὴν ξύμπαντα. γενόμενος δὲ ἐγκρατὴς ἁπάντων οὕτω τοῖς ἀδελφοῖς δικαίως ἅμα καὶ σωφρόνως προσηνέχθη, ὥστε οἱ μὲν οὔτε κληθέντες οὔτε ἀφικόμενοι πρὸς ἀλλήλους ἐστασίαζον καὶ διεμάχοντο, τούτῳ δὲ ἐχαλέπαινον οὐδὲν οὐδὲ ἐμέμφοντο. ἐπεὶ δὲ αὐτῶν ἡ στάσις τέλος εἶχεν οὐκ εὐτυχές, ἐξὸν μεταποιεῖσθαι πλειόνων, ἑκὼν ἀφῆκε, τῆς αὐτῆς ἀρετῆς ὑπολαμβάνων πολλά τε ἔθνη καὶ ὀλίγα δεῖσθαι, περικεῖσθαι δέ, οἶμαι, φροντίδας μείζονας ὅτῳ πλειόνων ἀνάγκη τημελεῖν καὶ κήδεσθαι. οὐ γὰρ δὴ τρυφῆς ὑπολαμβάνει τὴν βασιλείαν εἶναι παρασκευὴν οὐδέ, ὥσπερ ἐπὶ τῶν χρημάτων εἰς πότους καὶ ἡδονὰς οἱ καταχρώμενοι μειζόνων εὐπορίαν προσόδων ἐπινοοῦσιν, οὕτω χρῆναι τὸν βασιλέα παρασκευάζεσθαι, οὐδὲ ἀναιρεῖσθαι πόλεμον, ὅ,τι μὴ τῶν ἀρχομένων τῆς ὠφελείας ἕνεκα. οὐκοῦν ἐκείνῳ μὲν ἔχειν τὸ πλέον ξυγχωρῶν, αὐτὸς δὲ μετὰ ἀρετῆς ἔλαττον ἔχων τῷ κρατίστῳ πλεονεκτεῖν ὑπέλαβε. καὶ ὅτι μὴ δέει μᾶλλον τῆς ἐκείνου παρασκευῆς τὴν ἡσυχίαν ἠγάπα, τεκμήριον ὑμῖν ἐμφανὲς ἔστω ὁ μετὰ ταῦτα ξυμπεσὼν πόλεμος. ἐχρήσατο γοῦν πρὸς τὰς ἐκείνου δυνάμεις ὑπὲρ αὐτοῦ τοῖς ὅπλοις ὕστερον. πάλιν δὲ ἐνταῦθα ἐκεῖνοι μέν που τὸ νικᾶν τεθαυμάκασιν· ἐγὼ δὲ πολὺ πλέον τὸ ξὺν δίκῃ μὲν ἀνελέσθαι τὸν πόλεμον, διενεγκεῖν δὲ ἀνδρείως καὶ μάλα ἐμπείρως, ἐπιθείσης δὲ τὸ τέλος τῆς τύχης δεξιὸν χρήσασθαι τῇ νίκῃ σωφρόνως καὶ βασιλικῶς, καὶ ὅλως ἄξιον τοῦ κρατεῖν φανῆναι.