Thesauros Literature rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
35 τὰ δὲ ἐπὶ τῇ νίκῃ γενόμενα καὶ ὅπως ξίφους μὲν οὐδὲν ἐδέησεν ἔτι, οὐδ’ εἴ τις ἀδικημάτων μειζόνων εἶχεν ὑποψίαν, οὐδὲ εἴ τῳ πρὸς τὸν τύραννον οἰκειοτέρα γέγονε φιλία, οὐδὲ μὴν εἴ τις ἐκείνῳ χαριζόμενος φέρειν τε ἠξίου κηρύκιον καὶ ἐλοιδορεῖτο βασιλεῖ, τῆς προπετείας ἀπέτισε δίκην, ὅ,τι μὴ τἆλλα μοχθηρὸς ἦν, ἐννοήσατε δὴ πρὸς φιλίου Διός. ποταπὸν δὲ χρῆμα λοιδορία; ὡς θυμοδακὲς ἀληθῶς καὶ ἀμύττον ψυχὴν μᾶλλον ἢ σίδηρος χρῶτα; οὐκοῦν καὶ τὸν Ὀδυσσέα παρώξυνεν εἰς δύναμιν ἀμύνασθαι λόγῳ τε καὶ ἔργῳ· διηνέχθη γοῦν ὑπὲρ τούτου πρὸς τὸν ξενοδόκον αὐτὸς ὢν ἀλήτης καὶ ξένος, καὶ ταῦτα εἰδώς, ὅτι Ἄφρων . . . καὶ οὐτιδανὸς πέλει ἀνήρ, Ὅστις ξεινοδόκῳ ἔριδα προφέρῃσι βαρεῖαν, καὶ Ἀλέξανδρον τὸν Φιλίππου καὶ Ἀχιλλέα τὸν Θέτιδος καὶ ἄλλους δέ τινας οὐ φαύλους οὐδὲ ἀγεννεῖς ἀνθρώπους. μόνῳ δὲ ὑπῆρχεν, οἶμαι, Σωκράτει καὶ σπανίοις τισὶν ἐκείνου ζηλωταῖς, εὐδαίμοσιν ἀληθῶς καὶ μακαρίοις γενομένοις, τὸν ἔσχατον ἀποδύσασθαι χιτῶνα τῆς φιλοτιμίας. φιλότιμον γὰρ δεινῶς τὸ πάθος, καὶ ἔοικεν ἐμφύεσθαι διὰ τοῦτο μᾶλλον ταῖς γενναίαις ψυχαῖς· ἄχθονται γὰρ ὡς ἐναντιωτάτῳ σφίσι λοιδορίᾳ, καὶ τοὺς ἀπορρίπτοντας ἐς αὐτοὺς τοιαῦτα ῥήματα μισοῦσι μᾶλλον ἢ τοὺς ἐπάγοντας τὸν σίδηρον καὶ ἐπιβουλεύοντας φόνον, διαφόρους τε αὑτοῖς ὑπολαμβάνουσι φύσει καὶ οὐ νόμῳ, εἴ γε οἱ μὲν ἐπαίνου καὶ τιμῆς ἐρῶσιν, οἱ δὲ οὐ τούτων μόνον ἀφαιροῦνται, ἀλλὰ καὶ ἐπ’ αὐτοῖς μηχανῶνται βλασφημίας ψευδεῖς. τούτου καὶ Ἡρακλέα φασὶ καὶ ἄλλους δέ τινας ἀκράτορας τοῦ πάθους γενέσθαι. ἐγὼ δὲ οὔτε περὶ ἐκείνων τῷ λόγῳ πείθομαι, καὶ βασιλέα τεθέαμαι σφόδρα ἐγκρατῶς τὴν λοιδορίαν ἀποτρεψάμενον, οὔτι φαυλότερον ἔργον, ὡς ἐγὼ κρίνω, τοῦ Τροίαν ἑλεῖν καὶ φάλαγγα γενναίαν τρέψασθαι. εἰ δὲ ἀπιστεῖ τις καὶ οὐ μέγα οἴεται οὐδὲ ἄξιον ἐπαίνων τοσούτων, ἐς αὑτὸν ἀφορῶν, ὅταν ἔν τινι τοιαύτῃ ξυμφορᾷ γένηται, κρινέτω, καὶ αὐτῷ οὐ σφόδρα ληρεῖν δόξομεν, ὡς ἐγὼ πείθομαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme