Thesauros Literature rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
37 Ἀλλ’ ἐπείπερ ἅπαξ ἑκὼν ὁ λόγος ἐς τοῦτο ἀφῖκται καὶ τὴν εὔνοιαν τοῦ πλήθους καὶ τῶν ἐν τέλει καὶ τῶν φυλάκων, οἵπερ δὴ ξυμφυλάττουσιν αὐτῷ τὴν ἀρχὴν καὶ ἀπείργουσι τοὺς πολεμίους, διηγεῖται· βούλεσθε ὑμῖν ἐναργὲς εἴπω τεκμήριον χθές που ἢ καὶ πρῴην γενόμενον; ἀνὴρ τῶν ἐπιταχθέντων τοῖς ἐν Γαλατίᾳ στρατοπέδοις· ἴστε ἴσως καὶ τοὔνομα καὶ τὸν τρόπον· ὅμηρον φιλίας καὶ πίστεως ἀπέλιπεν οὐδὲν δεομένῳ βασιλεῖ τὸν παῖδα· εἶτα ἦν ἀπιστότερος τῶν λεόντων, οἷς οὐκ ἔστι, φησί, πρὸς ἄνδρας ὅρκια πιστά, ἁρπάζων τε ἐκ τῶν πόλεων τὰ χρήματα καὶ διανέμων τοῖς ἐπιοῦσι βαρβάροις καὶ ὥσπερ λύτρα καταβαλλόμενος, ἐξὸν τῷ σιδήρῳ παρασκευάζειν καὶ οὐ τοῖς χρήμασι ποιεῖσθαι τὴν ἀσφάλειαν· ὁ δὲ ἐκείνους ὑπήγετο διὰ τῶν χρημάτων εἰς εὔνοιαν· καὶ τέλος ἐκ τῆς γυναικωνίτιδος ἀνελόμενος ἁλουργὲς ἱμάτιον γελοῖος ἀληθῶς τύραννος καὶ τραγικὸς ὄντως ἀνεφάνη. ἐνταῦθα οἱ στρατιῶται χαλεπῶς μὲν εἶχον πρὸς τὴν ἀπιστίαν, θῆλυν δὲ οὐχ ὑπομένοντες ὁρᾶν ἐνδεδυκότα στολὴν τὸν δείλαιον ἐπιθέμενοι σπαράττουσιν, οὐδὲ τὸν τῆς σελήνης κύκλον ἄρξαι σφῶν ἀνασχόμενοι. τοῦτο μὲν δὴ παρὰ τῆς τῶν φυλάκων εὐνοίας ὑπῆρξε βασιλεῖ τὸ γέρας, ἀρχῆς ἀμεμφοῦς καὶ δικαίας ἀμοιβὴ θαυμαστή. ὅστις δὲ ἐπ’ αὐτῇ γέγονε ποθεῖτε ἀκούειν· ἀλλ’ οὐδὲ τοῦτο ὑμᾶς λέληθεν, ὅτι μήτε ἐς τὸν ἐκείνου παῖδα χαλεπὸς μήτε ἐς τοὺς φίλους ὕποπτος καὶ δεινὸς εἵλετο γενέσθαι, ἀλλὰ ὡς ἔνι μάλιστα πρᾴως εἶχε καὶ εὐμενὴς πᾶσιν ἦν καίτοι πολλῶν συκοφαντεῖν ἐθελόντων καὶ διηρμένων ἐπὶ τοὺς οὐκ αἰτίους τὰ κέντρα. πολλῶν δὲ τυχὸν ἀληθῶς ἐνόχων ὄντων ταῖς περὶ αὐτῶν ὑποψίαις, ὁμοίως ἅπασιν ἦν πρᾷος τοῖς οὐκ ἐξελεγχθεῖσιν οὐδὲ ἀποφανθεῖσι κοινωνοῖς τῶν ἀτόπων καὶ ἐξαγίστων βουλευμάτων. τὴν δὲ ἐς τὸν τοῦ παρανομήσαντος παῖδα καὶ πατήσαντος πίστιν καὶ ὅρκια φειδὼ ἆρα βασιλικὸν ἀληθῶς καὶ θεῖον φήσομεν, ἢ μᾶλλον ἀποδεξόμεθα τὸν Ἀγαμέμνονα χαλεπαίνοντα καὶ πικραινόμενον τῶν Τρώων οὐ τοῖς ξυνεξελθοῦσι μόνον τῷ Πάριδι καὶ καθυβρίσασι τοῦ Μενέλεω τὴν ἑστίαν, ἀλλὰ καὶ τοῖς κυουμένοις ἔτι καὶ ὧν τυχὸν οὐδὲ αἱ μητέρες τότ’ ἐγεγόνεσαν, ὁπότε ἐκεῖνος τὰ περὶ τὴν ἁρπαγὴν ἐνενόει; εἰ δὴ τὸ μὲν ὠμόν τις οἴεται καὶ τραχὺ καὶ ἀπάνθρωπον ἥκιστα βασιλεῖ πρέπειν, τὸ πρᾷον δὲ οἶμαι καὶ χρηστὸν καὶ φιλάνθρωπον ἁρμόττειν ἥκιστα μὲν χαίροντι τιμωρίαις, ἀχθομένῳ δὲ ἐπὶ ταῖς τῶν ὑπηκόων ξυμφοραῖς, ὅπως ἂν γίγνωνται, εἴτε κακίᾳ σφῶν καὶ ἀμαθίᾳ, εἴτε ἔξωθεν παρὰ τῆς τύχης ἐπάγοιντο, δῆός ἐστι τούτῳ διδοὺς τὰ νικητήρια.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme