Thesauros Literature rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
38 ἐννοεῖτε γάρ, ὡς περὶ τὸν παῖδα γέγονε τοῦ φύσαντος ἀμείνων καὶ δικαιότερος, περὶ δὲ τοὺς ἐκείνου φίλους πιστότερος τοῦ τὴν φιλίαν ὁμολογήσαντος. ὁ μὲν γὰρ ἅπαντας προεῖτο, ὁ δὲ ἀπέσωσεν ἅπαντας. καὶ εἰ μὲν ἐκεῖνος ταῦτα περὶ τοῦ βασιλέως ἐγνωκὼς τρόπου ἅτε ἐν πολλῷ χρόνῳ κατανοήσας σφόδρα ἐπίστευεν, ἀσφαλῶς μέν οἱ τὰ τοῦ παιδός, βεβαίως δὲ ὁρμεῖν τὰ τῶν φίλων, συνίει μὲν ὀρθῶς, πολλάκις δὲ ἦν πανοῦργος καὶ μοχθηρὸς καὶ δυστυχής, πολέμιος ἐθέλων εἶναι τῷ τοιούτῳ καὶ ὃν σφόδρα ἀγαθὸν καὶ διαφερόντως πρᾷον ἠπίστατο μισῶν καὶ ἐπιβουλεύων καὶ ἀφαιρούμενος ὧν οὐδαμῶς ἐχρῆν. εἰ δέ, ἀνελπίστου μέν οἱ τοῦ παιδὸς τῆς σωτηρίας τυγχανούσης, χαλεπῆς δὲ καὶ ἀδυνάτου τῆς τῶν φίλων καὶ τῶν συγγενῶν, τὴν ἀπιστίαν ὅμως προείλετο, ὁ μὲν ἦν καὶ διὰ ταῦτα μοχθηρὸς καὶ ἀνόητος καὶ ἀγριώτερος τῶν θηρίων, ὁ δὲ ἥμερος καὶ πρᾷος καὶ μεγαλόφρων, τοῦ μὲν νηπίου κατελεήσας τὴν ἡλικίαν καὶ τὸν τρόπον, τοῖς δὲ οὐκ ἐξελεγχθεῖσι πρᾴως ἔχων, τοῦ δὲ ὑπεριδὼν καὶ καταφρονήσας τῶν πονηρευμάτων. ὁ γὰρ ἃ μηδὲ τῶν ἐχθρῶν τις διὰ μέγεθος ὧν αὑτῷ σύνοιδεν ἀδικημάτων ἐλπίζει ξυγχωρῶν εἰκότως ἀρετῆς ἐστι νικηφόρος, τὴν δίκην μὲν ἐπὶ τὸ κρεῖττον καὶ πρᾳότερον μετατιθείς, σωφροσύνῃ δὲ ὑπερβαλλόμενος τοὺς τὸ μέτριον ἐπιτιθέντας ταῖς τιμωρίαις, ἀνδρείᾳ δὲ διαφέρων τῷ μηδένα πολέμιον ἀξιόχρεων ὑπολαμβάνειν, φρόνησιν δὲ ἐπιδεικνύμενος τῷ συγκαταλύειν τὰς ἔχθρας καὶ οὐ παραπέμπειν εἰς τοὺς παῖδας οὐδὲ εἰς ἐγγόνους προφάσει τῆς ἀκριβοῦς δίκης καὶ τοῦ βούλεσθαι ἐπιεικῶς μάλα πίτυος δίκην τῶν πονηρῶν ἀφανίζειν τὰ σπέρματα. ἐκείνων γὰρ δὴ καὶ τὸ ἔργον τόδε, καὶ ἐπ’ αὐτῷ τὴν εἰκόνα παλαιὸς ἀπέφηνε λόγος. ὁ δὲ ἀγαθὸς βασιλεὺς μιμούμενος ἀτεχνῶς τὸν θεὸν οἶδε μὲν καὶ ἐκ τῶν πετρῶν ἑσμοὺς μελιττῶν ἐξιπταμένους, καὶ ἐκ τοῦ δριμυτάτου ξύλου τὸν γλυκὺν καρπὸν φυόμενον, σῦκά φημι τὰ χαρίεντα, καὶ ἐξ ἀκανθῶν τὴν σίδην καὶ ἄλλα ἐξ ἄλλων φυόμενα ἀνόμοια τοῖς γεννῶσι καὶ ἀποτίκτουσιν. οὔκουν οἴεται ταῦτα χρῆναι πρὸ τῆς ἀκμῆς διαφθείρειν, ἀλλὰ περιμένειν τὸν χρόνον καὶ ἐπιτρέπειν αὐτοῖς ἀπωσαμένοις τῶν πατέρων τὴν ἄνοιαν καὶ τὴν μωρίαν ἀγαθοῖς γενέσθαι καὶ σώφροσι, ζηλωτὰς δὲ γενομένους τῶν πατρῴων ἐπιτηδευμάτων ὑφέξειν ἐν καιρῷ τὴν δίκην, οὐκ ἀλλοτρίοις ἔργοις καὶ ξυμφοραῖς παραναλωθέντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme