5
τίνας οὖν Ὅμηρος διαφερόντως ὕμνησεν Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων; αὐτὰ ὑμῖν ἀναγνώσομαι τῶν ἐπῶν τὰ καιριώτατα. Τίς τ’ ἂρ τῶν ὄχ’ ἄριστος ἔην, σύ μοι ἔννεπε, Μοῦσα, Ἀνδρῶν ἠδ’ ἵππων, οἳ ἃμ’ Ἀτρείδαισιν ἕποντο. Ἀνδρῶν μὲν μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας, Ὄφρ’ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτατος ἦεν. καὶ αὖθις ὑπὲρ τοῦ Τελαμωνίου φησίν· Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ’ ἔργ’ ἐτέτυκτο, Τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα. Ἑλλήνων μὲν δὴ τούτους ἀρίστους ἀφῖχθαί φησι, τῶν δὲ ἀμφὶ τοὺς Τρῶας Ἕκτορα καὶ Σαρπηδόνα. βούλεσθε οὖν αὐτῶν τὰ λαμπρότατα ἐπιλεξάμενοι περιαθρῶμεν τὸ μέγεθος; καὶ γάρ πως ἐς ταὐτόν τισι τῶν βασιλέως ξυμφέρεται ἥ τε ἐπὶ τῷ ποταμῷ τοῦ Πηλέως μάχη καὶ ὁ περὶ τὸ τεῖχος τῶν Ἀχαιῶν πόλεμος· Αἴας τε ὑπεραγωνιζόμενος τῶν νεῶν καὶ ἐπιβεβηκὼς τῶν ἰκρίων ἴσως ἂν τυγχάνοι τινὸς ἀξίας εἰκόνος. ἐθέλω δὲ ὑμῖν διηγεῖσθαι τὴν ἐπὶ τῷ ποταμῷ μάχην, ἣν ἠγωνίσατο βασιλεὺς ἔναγχος. ἴστε δὲ ὅθεν ὁ πόλεμος ἐξερράγη, καὶ ὅτι ξὺν δίκῃ καὶ οὐ τοῦ πλείονος ἐπιθυμίᾳ διεπολεμήθη. κωλύει δὲ οὐδὲν ὑπομνησθῆναι δι’ ὀλίγων.