Thesauros Literature rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
7 Τούτων δὲ οἱ μέν εἰσιν αἰχμοφόροι, θώραξιν ἐλατοῖς καὶ κράνεσιν ἐκ σιδήρου πεποιημένοις σκεπόμενοι· κνημῖδές τε τοῖς σφυροῖς εὖ μάλα περιηρμοσμέναι καὶ περιγονατίδες καὶ περὶ τοῖς μηροῖς ἕτερα τοιαῦτα ἐκ σιδήρου καλύμματα· αὐτοὶ δὲ ἀτεχνῶς ὥσπερ ἀνδριάντες ἐπὶ τῶν ἵππων φερόμενοι, οὐδὲν ἀσπίδος δεόμενοι. τούτοις εἵπετο τῶν ἄλλων ἱππέων πλῆθος ἀσπίδας φέροντες, οἱ δὲ ἀπὸ τῶν ἵππων τοξεύοντες. πεζῶν δὲ ὁ μὲν ὁπλίτης ἦν ἐν τῷ μέσῳ συνάπτων ἐφ’ ἑκάτερα τοῖς ἱππεῦσιν· ἐξόπισθεν δὲ οἱ σφενδονῆται καὶ τοξόται καὶ ὁπόσον ἐκ χειρὸς βάλλει γυμνὸν ἀσπίδος καὶ θώρακος. οὕτω κοσμηθείσης τῆς φάλαγγος, μικρὰ τοῦ λαιοῦ κέρως προελθόντος ἅπαν τὸ πολέμιον συνετετάρακτο καὶ οὐκ ἐφύλαττε τὴν τάξιν. ἐγκειμένων δὲ τῶν ἱππέων καὶ οὐκ ἀνιέντων φεύγει μὲν αἰσχρῶς ὁ τὴν βασιλείαν αἴσχιον ἁρπάσας, λείπει δὲ αὐτοῦ τὸν ἵππαρχον καὶ χιλιάρχους καὶ ταξιάρχους πάνυ πολλοὺς καὶ ἐρρωμένως ἀγωνιζομένους, ἐπὶ πᾶσι δὲ τὴν ποιητὴν τοῦ τερατώδους καὶ ἐξαγίστου δράματος, ὃς πρῶτος ἐπὶ νοῦν ἐβάλετο μεταποιῆσαι τὴν βασιλείαν καὶ ἀφελέσθαι τοῦ γέρως ἡμᾶς.
7 Καὶ τέως μὲν ἔχαιρε τῆς πρώτης πείρας οὐκ ἀποσφαλεὶς οὐδὲ ἁμαρτήσας, τότε δὲ ἐφεστώσας ξὺν δίκῃ ποινὰς ἀπαιτεῖται τῶν ἔργων καὶ ἄπιστον τιμωρίαν εἰσπράττεται. πάντων γὰρ ὁπόσοι τοῦ πολέμου τῷ τυράννῳ συνεφήψαντο ἐμφανὴς μὲν ὁ θάνατος, δήλη δ’ ἡ φυγὴ καὶ ἄλλων μεταμέλεια· ἱκέτευον γὰρ πολλοί, καὶ ἔτυχον ἅπαντες συγγνώμης, βασιλέως τὸν τῆς Θέτιδος ὑπερβαλλομένου μεγαλοφροσύνῃ. ὁ μὲν γάρ, ἐπειδὴ Πάτροκλος ἔπεσεν, οὐδὲ πιπράκειν ἁλόντας ἔτι τοὺς πολεμίους ἠξίου, ἀλλ’ ἱκετεύοντας περὶ τοῖς γόνασιν ἔκτεινεν· ὁ δὲ ἐκήρυττεν ἄδειαν τοῖς ἐξαρνουμένοις τὴν ξυνωμοσίαν, οὐ θανάτου μόνον ἢ φυγῆς ἤ τινος ἄλλης τιμωρίας ἀφαιρῶν τὸν φόβον, ὥσπερ δὲ ἔκ τινος ταλαιπωρίας καὶ ἄλης δυστυχοῦς τῆς ξὺν τῷ τυράννῳ βιοτῆς κατάγειν σφᾶς ἐπ’ ἀκεραίοις τοῖς πρόσθεν ἠξίου.
8 τοῦτο μὲν δὴ καὶ αὖθις τεύξεται λόγου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme