4
Τί πρῶτον; τί δ’ ἔπειτα; τί δ’ ὑστάτιον καταλέξω; πότερον ὡς ὁ Σκηπίων ἐκεῖνος, ὁ τὸν Λαίλιον ἀγαπήσας καὶ φιληθεὶς τὸ λεγόμενον ἴσῳ ζυγῷ παρ’ ἐκείνου πάλιν, ἡδέως μὲν αὐτῷ συνῆν, ἔπραττε δὲ οὐδέν, ὧν μὴ πρότερον ἐκεῖνος πύθοιτο καὶ φήσειεν εἶναι πρακτέον; ὅθεν οἶμαι καὶ λόγον παρέσχε τοῖς ὑπὸ φθόνου τὸν Σκηπίωνα λοιδοροῦσιν, ὡς ποιητὴς μὲν ὁ Λαίλιος εἴη τῶν ἔργων, Ἀφρικανὸς δὲ ὁ τούτων ὑποκριτής. αὕτη τοι καὶ ἡμῖν ἡ φήμη πρόσκειται, καὶ οὐ μόνον οὐ δυχεραίνω χαίρω δὲ ἐπ’ αὐτῇ πλέον. τὸ γὰρ τοῖς ὀρθῶς ὑπ’ ἄλλου γνωσθεῖσι πεισθῆναι μείζονος ἀρετῆς ὁ Ζήνων ποιεῖται γνώρισμα τοῦ γνῶναί τινα αὐτὸν ἐξ αὑτοῦ τὰ δέοντα, τὴν Ἡσιόδου μεθαρμόττων ῥῆσιν, Οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται λέγων ἀντὶ τοῦ νοήσῃ πάνθ’ ἑαυτῷ. ἐμοὶ δὲ οὐ διὰ τοῦτο χαρίεν εἶναι δοκεῖ· πείθομαι γὰρ ἀληθέστερον μὲν Ἡσίοδον λέγειν, ἀμφοῖν δὲ ἄμεινον Πυθαγόραν, ὃς καὶ τῇ παροιμίᾳ παρέσχε τὴν ἀρχὴν καὶ τὸ λέγεσθαι κοινὰ τὰ φίλων ἔδωκε τῷ βίῳ, οὐ δήπου τὰ χρήματα λέγων μόνον, ἀλλὰ καὶ τὴν τοῦ νοῦ καὶ τῆς φρονήσεως κοινωνίαν, ὥσθ’ ὅσα μὲν εὗρες αὐτός, οὐδὲν ἔλαττον ταῦτα τοῦ πεισθέντος ἐστίν, ὅσα δὲ τῶν σῶν ὑπεκρινάμην, τούτων αὐτῶν εἰκότως τὸ ἴσον μετέχεις. ἀλλὰ ταῦτα μὲν ὁποτέρου μᾶλλον ἂν φαίνηται, καὶ θατέρῳ προσήκει, καὶ τοῖς βασκάνοις οὐδὲν ἔσται πλέον ἐκ τῶν λόγων.