Thesauros Literature rhetoric Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν

Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν

Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν Julian Emperor of Rome 331-363
6 Οὐκοῦν ἐπειδὴ χρὴ προσδοκᾶν καὶ θεὸν ἡμῖν παρέσεσθαι πάντως καὶ ἡμᾶς αὐτοὺς αὑτοῖς συνέσεσθαι, τὸ λίαν δυσχερὲς ἀφαιρετέον ἐστὶ τῆς λύπης. ἐπεὶ καὶ τὸν Ὀδυσσέα μόνον ἐν τῇ νήσῳ καθειργμένον ἑπτὰ τοὺς πάντας ἐνιαυτούς, εἶτ’ ὀδυρόμενον, τῆς μὲν ἄλλης ἐπαινῶ καρτερίας, τῶν θρήνων δὲ οὐκ ἄγαμαι. τί γὰρ ὄφελος πόντον ἐπ’ ἰχθυόεντα δέρκεσθαι καὶ λείβειν δάκρυα; τὸ δὲ μὴ προέσθαι μηδ’ ἀπαγορεῦσαι πρὸς τὴν τύχην, ἀλλ’ ἄνδρα μέχρις ἐσχάτων γενέσθαι πόνων καὶ κινδύνων, τοῦτο ἔμοιγε φαίνεται μεῖζον ἢ κατὰ ἄνθρωπον. οὐ δὴ δίκαιον ἐπαινεῖν μὲν αὐτούς, μὴ μιμεῖσθαι δέ, οὐδὲ νομίζειν, ὡς ἐκείνοις μὲν ὁ θεὸς προθύμως συνελάμβανε, τοὺς δὲ νῦν περιόψεται τῆς ἀρετῆς ὁρῶν ἀντιποιουμένους, δι’ ἥνπερ ἄρα κἀκείνοις ἔχαιρεν· οὐ γὰρ διὰ τὸ κάλλος τοῦ σώματος, ἐπεί τοι τὸν Νιρέα μᾶλλον ἐχρῆν ἀγαπᾶσθαι, οὐδὲ διὰ τὴν ἰσχύν, ἀπείρῳ γὰρ ὅσῳ Λαιστρυγόνες καὶ Κύκλωπες ἦσαν αὐτοῦ κρείττους, οὐδὲ διὰ τὸν πλοῦτον, οὕτω γὰρ ἂν ἔμεινεν ἀπόρθητος Τροία. τί δὲ δεῖ πράγματα ἔχειν αὐτὸν ἐπιζητοῦντα τὴν αἰτίαν, δι’ ἣν Ὀδυσσέα φησὶν ὁ ποιητὴς θεοφιλῆ, αὐτοῦ γε ἐξὸν ἀκούειν; Οὕνεκ’ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. δῆλον οὖν ὡς, εἴπερ ἡμῖν ταῦτα προσγένοιτο, τὸ κρεῖττον οὐκ ἐλλείψει τὰ παρ’ ἑαυτοῦ, ἀλλὰ καὶ κατὰ τὸν δοθέντα πάλαι ποτὲ Λακεδαιμονίοις χρησμὸν καλούμενός τε καὶ ἄκλητος ὁ θεὸς παρέσται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme