8
ἐν τούτοις οὖσαν καταλαβὼν ἐγὼ τὴν Γαλατίαν πόλιν τε ἀνέλαβον τὴν Ἀγριππίναν ἐπὶ τῷ Ῥήνῳ, πρὸ μηνῶν ἑαλωκυῖάν που δέκα, καὶ τεῖχος Ἀργέντορα πλησίον πρὸς ταῖς ὑπωρείαις αὐτοῦ τοῦ Βοσέγου, καὶ ἐμαχεσάμην οὐκ ἀκλεῶς. ἴσως καὶ εἰς ὑμᾶς ἀφίκετο ἡ τοιαύτη μάχη. ἔνθα τῶν θεῶν δόντων μοι τὸν βασιλέα τῶν πολεμίων αἰχμάλωτον, οὐκ ἐφθόνησα τοῦ κατορθώματος Κωνσταντίῳ. καίτοι εἰ μὴ θριαμβεύειν ἐξῆν, ἀποσφάττειν τὸν πολέμιον κύριος ἦν, καὶ μέντοι διὰ πάσης αὐτὸν ἄγων τῆς Κελτίδος ταῖς πόλεσιν ἐπιδεικνύειν καὶ ὥσπερ ἐντρυφᾶν τοῦ Χνοδομαρίου ταῖς συμφοραῖς. τούτων οὐδὲν ᾠήθην δεῖν πράττειν, ἀλλὰ πρὸς τὸν Κωνστάντιον αὐτὸν εὐθέως ἀπέπεμψα, τότε ἀπὸ τῶν Κουάδων καὶ Σαυροματῶν ἐπανιόντα. συνέβη τοίνυν, ἐμοῦ μὲν ἀγωνισαμένου, ἐκείνου δὲ ὁδεύσαντος μόνον καὶ φιλίως ἐντυχόντος τοῖς παροικοῦσι τὸν Ἴστρον ἔθνεσιν, οὐχ ἡμᾶς, ἀλλ’ ἐκεῖνον θριαμβεῦσαι.
8
Τὸ δὴ μετὰ τοῦτο δεύτερος ἐνιαυτὸς καὶ τρίτος, καὶ πάντες μὲν ἀπελήλαντο τῆς Γαλατίας οἱ βάρβαροι, πλεῖσται δὲ ἀνελήφθησαν τῶν πόλεων, παμπληθεῖς δὲ ἀπὸ τῆς Βρεττανίδος ναῦς ἀνήχθησαν. ἑξακοσίων νηῶν ἀνήγαγον στόλον, ὧν τὰς τετρακοσίας ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος πάσας εἰσήγαγον εἰς τὸν Ῥῆνον, ἔργον οὐ μικρὸν διὰ τοὺς ἐπικειμένους καὶ παροικοῦντας πλησίον βαρβάρους. ὁ γοῦν Φλωρέντιος οὕτως ᾤετο τοῦτο ἀδύνατον, ὥστε ἀργύρου δισχιλίας λίτρας ὑπέσχετο μισθὸν ἀποτίσειν τοῖς βαρβάροις ὑπὲρ τῆς παρόδου, καὶ ὁ Κωνστάντιος ὑπὲρ τούτου μαθών· ἐκοινώσατο γὰρ αὐτῷ περὶ τῆς δόσεως· ἐπέστειλε πρός με τὸ αὐτὸ πράττειν κελεύσας, εἰ μὴ παντάπασιν αἰσχρόν μοι φανείη. πῶς δὲ οὐκ ἦν αἰσχρόν, ὅπου Κωνσταντίῳ τοιοῦτον ἐφάνη, λίαν εἰωθότι θεραπεύειν τοὺς βαρβάρους; ἐδόθη μὴν αὐτοῖς οὐδέν· ἀλλ’ ἐπ’ αὐτοὺς στρατεύσας, ἀμυνόντων μοι καὶ παρεστώτων τῶν θεῶν, ὑπεδεξάμην μὲν μοῖραν τοῦ Σαλίων ἔθνους, Χαμάβους δὲ ἐξήλασα, πολλὰς βοῦς καὶ γύναια μετὰ παιδαρίων συλλαβών. οὕτω δὲ πάντας ἐφόβησα καὶ παρεσκεύασα καταπτῆξαι τὴν ἐμὴν ἔφοδον, ὥστε παραχρῆμα λαβεῖν ὁμήρους καὶ τῇ σιτοπομπίᾳ παρασχεῖν ἀσφαλῆ κομιδήν.