Thesauros Literature rhetoric Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ

Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ

Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ Julian Emperor of Rome 331-363
11 Ἦλθε τὰ τάγματα, ὑπήντησα κατὰ τὸ νενομισμένον αὐτοῖς, ἔχεσθαι τῆς ὁδοῦ προύτρεψα· μίαν ἡμέραν ἐπέμεινεν, ἄχρις ἧς οὐδὲν ᾔδειν ἐγὼ τῶν βεβουλευμένων αὐτοῖς· ἴστω Ζεύς, Ἥλιος, Ἄρης, Ἀθηνᾶ καὶ πάντες θεοί, ὡς οὐδὲ ἐγγὺς ἀφίκετό μού τις τοιαύτη ὑπόνοια ἄχρι δείλης αὐτῆς· ὀψίας δὲ ἤδη περὶ ἡλίου δυσμὰς ἐμηνύθη μοι, καὶ αὐτίκα τὰ βασίλεια περιείληπτο, καὶ ἐβόων πάντες, ἔτι φροντίζοντός μου τί χρὴ ποιεῖν καὶ οὔπω σφόδρα πιστεύοντος· ἔτυχον γὰρ ἔτι τῆς γαμετῆς ζώσης μοι ἀναπαυσόμενος ἰδίᾳ πρὸς τὸ πλησίον ὑπερῷον ἀνελθών. εἶτα ἐκεῖθεν· ἀνεπέπτατο γὰρ ὁ τοῖχος· προσεκύνησα τὸν Δία. γενομένης δὲ ἔτι μείζονος τῆς βοῆς καὶ θορυβουμένων πάντων ἐν τοῖς βασιλείοις, ᾐτέομεν τὸν θεὸν δοῦναι τέρας. αὐτὰρ ὅ γ’ ἡμῖν δεῖξε καὶ ἠνώγει πεισθῆναι καὶ μὴ προσεναντιοῦσθαι τοῦ στρατοπέδου τῇ προθυμίᾳ. γενομένων ὅμως ἐμοὶ καὶ τούτων τῶν σημείων, οὐκ εἶξα ἑτοίμως, ἀλλ’ ἀντέσχον εἰς ὅσον ἠδυνάμην, καὶ οὔτε τὴν πρόσρησιν οὔτε τὸν στέφανον προσιέμην. ἐπεὶ δὲ οὔτε εἷς ὢν πολλῶν ἠδυνάμην κρατεῖν οἵ τε τοῦτο βουλόμενοι γενέσθαι θεοὶ τοὺς μὲν παρώξυνον, ἐμοὶ δὲ ἔθελγον τὴν γνώμην, ὥρᾳ που τρίτῃ σχεδὸν οὐκ οἶδα οὗτινός μοι στρατιώτου δόντος μανιάκην περιεθέμην καὶ ἦλθον εἰς τὰ βασίλεια, ἔνδοθεν ἀπ’ αὐτῆς, ὡς ἴσασιν οἱ θεοί, στένων τῆς καρδίας. καίτοι χρῆν δήπουθεν πιστεύοντα τῷ φήναντι θεῷ τὸ τέρας θαρρεῖν· ἀλλ’ ᾐσχυνόμην δεινῶς καὶ κατεδυόμην, εἰ δόξαιμι μὴ πιστῶς ἄχρι τέλους ὑπακοῦσαι Κωνσταντίῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme