Thesauros Literature rhetoric Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ

Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ

Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ Julian Emperor of Rome 331-363
11 Πολλῆς οὖν οὔσης περὶ τὰ βασίλεια κατηφείας, τοῦτον εὐθὺς οἱ Κωνσταντίου φίλοι τὸν καιρὸν ἁρπάσαι διανοηθέντες ἐπιβουλήν μοι ῥάπτουσιν αὐτίκα καὶ διένειμαν τοῖς στρατιώταις χρήματα, δυοῖν θάτερον προσδοκῶντες, ἢ διαστήσειν ἀλλήλους ἢ καὶ παντάπασιν ἐπιθήσεσθαι μοι φανερῶς. αἰσθόμενός τις τῶν ἐπιτεταγμένων τῇ προόδῳ τῆς ἐμῆς γαμετῆς λάθρᾳ πραττόμενον αὐτὸ ἐμοὶ μὲν πρῶτον ἐμήνυσεν, ὡς δὲ ἑώρα με μηδὲν προσέχοντα, παραφρονήσας ὥσπερ οἱ θεόληπτοι δημοσίᾳ βοᾶν ἤρξατο κατὰ τὴν ἀγοράν· Ἄνδρες στρατιῶται καὶ ξένοι καὶ πολῖται, μὴ προδῶτε τὸν αὐτοκράτορα. εἶτα ἐμπίπτει θυμὸς εἰς τοὺς στρατιώτας, καὶ πάντες εἰς τὰ βασίλεια μετὰ τῶν ὅπλων ἔθεον. καταλαβόντες δέ με ζῶντα καὶ χαρέντες ὥσπερ οἱ τοὺς ἐξ ἀνελπίστων ὀφθέντας φίλους ἄλλος ἄλλοθεν περιέβαλλον καὶ περιέπλεκον καὶ ἐπὶ τῶν ὤμων ἔφερον, καὶ ἦν πως τὸ πρᾶγμα θέας ἄξιον, ἐνθουσιασμῷ γὰρ ἐῴκει. ὡς δέ με ἁπανταχόθεν περιέσχον, ἐξῄτουν ἅπαντας τοὺς Κωνσταντίου φίλους ἐπὶ τιμωρίᾳ. πηλίκον ἠγωνισάμην ἀγῶνα σῶσαι βουλόμενος αὐτούς, ἴσασιν οἱ θεοὶ πάντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme