Thesauros Literature rhetoric Θεμιστίῳ φιλοσόφῳ

Θεμιστίῳ φιλοσόφῳ

Θεμιστίῳ φιλοσόφῳ Julian Emperor of Rome 331-363
1 Ἐγώ σοι βεβαιῶσαι μέν, ὥσπερ οὖν γράφεις, τὰς ἐλπίδας καὶ σφόδρα εὔχομαι, δέδοικα δὲ μὴ διαμάρτω, μείζονος οὔσης τῆς ὑποσχέσεως, ἣν ὑπὲρ ἐμοῦ πρός τε τοὺς ἄλλους ἅπαντας καὶ ἔτι μᾶλλον πρὸς σεαυτὸν ποιῇ· καί μοι πάλαι μὲν οἰομένῳ πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Μάρκον, καὶ εἴ τις ἄλλος γέγονεν ἀρετῇ διαφέρων, εἶναι τὴν ἅμιλλαν φρίκη τις προσῄει καὶ δέος θαυμαστόν, μὴ τοῦ μὲν ἀπολείπεσθαι παντελῶς τῆς ἀνδρείας δόξω, τοῦ δὲ τῆς τελείας ἀρετῆς οὐδὲ ἐπ’ ὀλίγον ἐφίκωμαι. εἰς ταῦτα ἀφορῶν ἀνεπειθόμην τὴν σχολὴν ἐπαινεῖν, καὶ τῶν Ἀττικῶν διαιτημάτων αὐτός τε ἡδέως ἐμεμνήμην καὶ τοῖς φίλοις ὑμῖν προσᾴδειν ἠξίουν, ὥσπερ οἱ τὰ βαρέα φορτία φέροντες ἐν ταῖς ᾠδαῖς ἐπικουφίζουσιν αὑτοῖς τὴν ταλαιπωρίαν. σὺ δέ μοι νῦν μεῖζον ἐποίησας διὰ τῆς ἔναγχος ἐπιστολῆς τὸ δέος καὶ τὸν ἀγῶνα τῷ παντὶ χαλεπώτερον ἔδειξας, ἐν ταύτῃ παρὰ τοῦ θεοῦ τετάχθαι με τῇ μερίδι λέγων, ἐν ᾗ πρότερον Ἡρακλῆς καὶ Διόνυσος ἐγενέσθην φιλοσοφοῦντες ὁμοῦ καὶ βασιλεύοντες καὶ πᾶσαν σχεδὸν τῆς ἐπιπολαζούσης κακίας ἀνακαθαιρόμενοι γῆν τε καὶ θάλατταν. κελεύεις δὲ πᾶσαν ἀποσεισάμενον σχολῆς ἔννοιαν καὶ ῥᾳστώνης σκοπεῖν, ὅπως τῆς ὑποθέσεως ἀξίως ἀγωνιούμεθα· εἶτα ἐπ’ αὐτοῖς τῶν νομοθετῶν μέμνησαι, Σόλωνος, Πιττακοῦ, Λυκούργου, καὶ τούτων ἁπάντων μείζονα χρῆναι παρ’ ἡμῶν λέγεις τοὺς ἀνθρώπους ἐν δίκῃ νῦν περιμένειν.
2 τούτοις ἐγὼ τοῖς λόγοις ἐντυχὼν ἐξεπλάγην μικροῦ· σοὶ μὲν γὰρ ὑπελάμβανον οὐδαμῶς θεμιτὸν κολακεύειν ἢ ψεύδεσθαι, ἐμαυτῷ δὲ συνειδὼς φύσεως μὲν ἕνεκα διαφέρον οὐδὲν οὔτε ἐξ ἀρχῆς οὔτε νῦν ὑπάρξαν, φιλοσοφίας δὲ ἐρασθέντι μόνον· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας, αἵ μοι τὸν ἔρωτα τοῦτον ἀτελῆ τέως ἐφύλαξαν· οὐκ εἶχον οὖν ὅ, τι χρὴ περὶ τῶν τοιούτων λόγων συμβαλεῖν, ἕως ἐπὶ νοῦν ἤγαγεν ὁ θεός, μή ποτε ἄρα προτρέπειν ἐθέλεις διὰ τῶν ἐπαίνων καὶ τῶν ἀγώνων δεῖξαι τὸ μέγεθος, οἷς ἀνάγκη πᾶσα τὸν ἐν πολιτείᾳ ζῶντα παραβεβλῆσθαι τὸν ἅπαντα χρόνον.
1 / 14 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme