Thesauros Literature rhetoric Θεμιστίῳ φιλοσόφῳ

Θεμιστίῳ φιλοσόφῳ

Θεμιστίῳ φιλοσόφῳ Julian Emperor of Rome 331-363
12 Ἀλλ’ ἐπανιτέον εἰς ἀρχὴν καὶ συμπεραντέον τὴν ἐπιστολὴν μείζονα ἴσως οὖσαν τοῦ δέοντος. ἔστι δὲ ἐν αὐτῇ τὸ κεφάλαιον, ὅτι μήτε τὸν πόνον φεύγων μήτε τὴν ἡδονὴν θηρεύων μήτε ἀπραγμοσύνης καὶ ῥᾳστώνης ἐρῶν τὸν ἐν τῇ πολιτείᾳ δυσχεραίνω βίον· ἀλλ’, ὅπερ ἔφην ἐξ ἀρχῆς, οὔτε παιδείαν ἐμαυτῷ συνειδὼς τοσαύτην οὔτε φύσεως ὑπεροχήν, καὶ προσέτι δεδιώς, μὴ φιλοσφίαν, ἧς ἐρῶν οὐκ ἐφικόμην, εἰς τοὺς νῦν ἀνθρώπους οὐδὲ ἄλλως εὐδοκιμοῦσαν διαβάλλω, πάλαι τε ἔγραφον ἐκεῖνα καὶ νῦν τὰς παρ’ ὑμῶν ἐπιτιμήσεις ἀπελυσάμην εἰς δύναμιν.
13 Διδοίη δὲ ὁ θεὸς τὴν ἀρίστην τύχην καὶ φρόνησιν ἀξίαν τῆς τύχης, ὡς ἐγὼ νῦν ἔκ τε τοῦ κρείττονος τό γε πλέον καὶ παρ’ ὑμῶν τῶν φιλοσοφούντων ἁπάσῃ μηχανῇ βοηθητέος εἶναί μοι δοκῶ, προτεταγμένος ὑμῶν καὶ προκινδυνεύων. εἰ δέ τι μεῖζον ἀγαθὸν τῆς ἡμετέρας παρασκευῆς καὶ ἧς ὑπὲρ ἐμαυτοῦ γνώμης ἔχω τοῖς ἀνθρώποις δι’ ἡμῶν ὁ θεὸς παράσχοι, χαλεπαίνειν οὐ χρὴ πρὸς τοὺς ἐμοὺς λόγους. ἐγὼ γὰρ οὐδὲν ἐμαυτῷ συνειδὼς ἀγαθὸν πλὴν τοῦτο μόνον, ὅτι μηδὲ οἴομαι τὰ μέγιστα ἔχειν ἔχων τε οὐδέν, ὡς ὁρᾷς αὐτός, εἰκότως βοῶ καὶ μαρτύρομαι μὴ μεγάλα παρ’ ἡμῶν ἀπαιτεῖν, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἐπιτρέπειν· οὕτω γὰρ ἐγὼ τῶν τε ἐλλειμμάτων εἴην ἂν ἀνεύθυνος καί, γενομένων ἁπάντων δεξιῶν, εὐγνώμων ἂν καὶ μέτριος εἴην, οὐκ ἀλλοτρίοις ἐμαυτὸν ἔργοις ἐπιγράφων, τῷ θεῷ δέ, ὥσπερ οὖν δίκαιον, προσανατεθεικὼς ἅπαντα αὐτός τε εἴσομαι καὶ ὑμᾶς προτρέπω τὴν χάριν εἰδέναι.
← Previous 14 / 14

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme