Thesauros Literature rhetoric Θεμιστίῳ φιλοσόφῳ

Θεμιστίῳ φιλοσόφῳ

Θεμιστίῳ φιλοσόφῳ Julian Emperor of Rome 331-363
5 Ταύτην ἐγώ σοι τὴν ῥῆσιν ἐξεπίτηδες ὅλην παρέγραψα, μή με κλέπτειν ὑπολάβῃς καὶ κακουργεῖν μύθους ἀρχαίους προφέροντα, τυχὸν μὲν ἐμφερῶς, οὐ μὴν ἀληθῶς πάντη ξυγκειμένους. ἀλλ’ ὅ γε ἀληθὴς ὑπὲρ αὐτῶν λόγος τί φησιν; ἀκούεις ὅτι, κἂν ἄνθρωπός τις ᾖ τῇ φύσει, θεῖον εἶναι χρὴ τῇ προαιρέσει καὶ δαίμονα, πᾶν ἅπλως ἐκβαλόντα τὸ θνητὸν καὶ θηριῶδες τῆς ψυχῆς, πλὴν ὅσα ἀνάγκη διὰ τὴν τοῦ σώματος παραμένειν σωτηρίαν; ταῦτα εἴ τις ἐννοῶν δέδοικεν ἐπὶ τηλικοῦτον ἑλκόμενος βίον, ἆρά σοι φαίνεται τὴν Ἐπικούρειον θαυμάζειν ἀπραγμοσύνην καὶ τοὺς κήπους καὶ τὸ προάστειον τῶν Ἀθηνῶν καὶ τὰς μυρρίνας καὶ τὸ Σωκράτους δωμάτιον; ἀλλ’ οὐκ ἔστιν ὅπου γε ἐγὼ ταῦτα προτιμήσας τῶν πόνων ὤφθην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme