13
Ὑπὲρ δὲ ὧν εἰπεῖν τε καὶ ἀκοῦσαι θέμις καὶ ἀνεμέσητον ἀμφοτέροις ἐστί, πᾶς λόγος ὁ προφερόμενος ἔκ τε λέξεως καὶ διανοίας σύγκειται. οὐκοῦν ἐπειδὴ καὶ ὁ μῦθος λόγος τίς ἐστιν, ἐκ δυοῖν τούτοιν συγκείσεται. σκοπῶμεν δὲ ἑκάτερον αὐτῶν. ἔστιν ἁπλῆ τις ἐν λόγῳ παντὶ διάνοια, καὶ μέντοι καὶ κατὰ σχῆμα προάγεται, τὰ παραδείγματα δὲ ἀμφοῖν ἐστι πολλά. τὸ μὲν οὖν ἓν ἁπλοῦν ἐστι καὶ οὐδὲν δεῖται ποικιλίας, τὸ δ’ ἐσχηματισμένον ἔχει διαφορὰς ἐν ἑαυτῷ πολλάς, ὧν, εἴ τί σοι τῆς ῥητορικῆς ἐμέλησεν, οὐκ ἀξύνετος εἶ. τούτων δὴ τῶν κατὰ διάνοιαν σχημάτων ἁρμόττει τῷ μύθῳ τὰ πλεῖστα· πλὴν ἔμοιγε οὔθ’ ὑπὲρ τῶν πολλῶν οὔθ’ ὑπὲρ τῶν ἁπάντων ἐστὶ τά γε νῦν ῥητέον, ἀλλ’ ὑπὲρ δυοῖν, τοῦ τε σεμνοῦ κατὰ τὴν διάνοιαν καὶ τοῦ ἀπεμφαίνοντος. τὰ δὲ αὐτὰ ταῦτα καὶ περὶ τὴν λέξιν γίνεται. μορφοῦται γάρ πως καὶ σχηματίζεται παρὰ τῶν μὴ προφερομένων εἰκῇ μηδ’ ὥσπερ χειμάρρους ἑλκόντων συρφετοὺς ῥημάτων ἐκ τῆς τριόδου· ἀλλὰ τοῖν δυοῖν τούτοιν, ὅταν μὲν ὑπὲρ τῶν θείων πλάττωμεν, σεμνὰ χρὴ πάνυ τὰ ῥήματα εἶναι καὶ τὴν λέξιν ὡς ἔνι μάλιστα σώφρονα καὶ καλὴν καὶ τοῖς θεοῖς πρεπωδεστάτην, τῶν αἰσχρῶν δὲ μηδὲν καὶ βλασφήμων ἢ δυσσεβῶν, ὅπως μὴ τῷ πλήθει τῆς τοιαύτης ἀρχηγοὶ θρασύτητος γενώμεθα, μᾶλλον δὲ καὶ πρὸ τοῦ πλήθους αὐτοὶ τὸ περὶ τοὺς θεοὺς ἠσεβηκέναι προλάβωμεν. οὐδὲν οὖν ἀπεμφαῖνον εἶναι χρὴ περὶ τὰς τοιαύτας λέξεις, ἀλλὰ σεμνὰ πάντα καὶ καλὰ καὶ μεγαλοπρεπῆ καὶ θεῖα καὶ καθαρὰ καὶ τῆς τῶν θεῶν οὐσίας εἰς δύναμιν ἐστοχασμένα·