15
Τὰ δὲ τῆς Διονύσου θρυλουμένης μὲν γενέσεως, οὔσης δὲ οὐ γενέσεως, ἀλλὰ δαιμονίας ἐκφάνσεως κατὰ τί τοῖς ἀνθρωπικοῖς προσέοικεν; ἡ μήτηρ αὐτὸν κύουσα, φασίν, ὑπὸ τῆς Ἥρας ζηλοτυπούσης ἐξαπατηθεῖσα τὸν ἐραστὴν ἐξελιπάρησεν ἥκειν, ὡς παρὰ τὴν γαμετὴν εἴωθε φοιτᾶν, πρὸς ἑαυτήν· εἶτα οὐκ ἀνασχόμενον τὸ σωμάτιον τῶν κτυπημάτων τοῦ Διὸς ὑπὸ τοῦ κεραυνοῦ κατεφλέγετο. πάντων δ’ ὁμοῦ πυρουμένων, Ἑρμῇ κελεύσας ὁ Ζεὺς ἁρπάσαι τὸν Διόνυσον καὶ τεμὼν τὸν αὑτοῦ μηρὸν ἐρράπτει· εἶτα ἐκεῖθεν, ἡνίκα ἐτελεσφορήθη τὸ βρέφος, ὠδίνων ὁ Ζεὺς ἐπὶ τὰς νύμφας ἔρχεται· τὸ Λῦθι ῥάμμα δὲ αὗται τῷ μηρῷ προσεπᾴδουσαι τὸν διθύραμβον ἡμῖν εἰς φῶς προήγαγον· εἶτα ἐμάνη, φασίν, ὁ θεὸς ὑπὸ τῆς Ἥρας, ἔπαυσε δ’ αὐτῷ τὴν νόσον ἡ Μήτηρ τῶν θεῶν, ὁ δὲ ἦν αὐτίκα θεός. εἵποντο γοῦν οὐ Λίχας αὐτῷ καθάπερ Ἡρακλεῖ οὐδὲ Ἰόλεως οὐδὲ Τελαμὼν οὐδ’ Ὕλας οὐδ’ Ἄβδηρος, ἀλλὰ Σάτυροι καὶ Βακχαὶ καὶ Πᾶνες καὶ δαιμόνων στρατιά. ὁρᾷς ὅπως ἀνθρωπικὴ μὲν ἡ σπορὰ διὰ τῶν κεραυνίων, ἡ δ’ ἀποκύησις ἀνθρωπικωτέρα, ἀμφοῖν δὲ τοῖν εἰρημένοιν προσομοιότερα τοῖς ἀνθρωπίνοις τὰ ἔργα; τί οὖν οὐ καταβάλλοντες τὸν λῆρον ἐκεῖνο πρῶτον ὑπὲρ τούτων ἴσμεν, ὡς Σεμέλη σοφὴ τὰ θεῖα; παῖς γὰρ ἦν Κάδμου τοῦ Φοίνικος, τούτοις δὲ καὶ ὁ θεὸς σοφίαν μαρτυρεῖ Πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν λέγων.