Thesauros Literature rhetoric Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν Julian Emperor of Rome 331-363
16 αἰσθέσθαι οὖν μοι δοκεῖ τοῦ θεοῦ τούτου πρώτη παρ’ Ἕλλησι καὶ τὴν ἐσομένην ἐπιφάνειαν αὐτοῦ οὐκ εἰς μακρὰν προαγορεύσασα κινῆσαι μὲν θᾶττον ἢ προσῆκον ἦν τινὰ τῶν περὶ αὐτὸν ὀργίων, οὐκ ἀνασχομένη τὸν εἱμαρμένον περιμεῖναι χρόνον, εἶτα ἀναλωθῆναι πρὸς τοῦ πυρὸς τοῦ ῥυέντος ἐπ’ αὐτήν. ἐπεὶ δὲ ἐδέδοκτο τῷ Διὶ κοινῇ πᾶσιν ἀνθρώποις ἐνδοῦναι ἀρχὴν καταστάσεως ἑτέρας καὶ μεταβαλεῖν αὐτοὺς ἐκ τοῦ νομαδικοῦ βίου πρὸς τὸν ἡμερώτερον, ἐξ Ἰνδῶν ὁ Διόνυσος αὔτοπτος ἐφαίνετο δαίμων, ἐπιφοιτῶν τὰς πόλεις, ἄγων μεθ’ ἑαυτοῦ στρατιὰν πολλὴν δαιμονίων τινῶν καὶ διδοὺς ἀνθρώποις κοινῇ μὲν ἅπασι σύμβολον τῆς ἐπιφανείας αὐτοῦ τὸ τῆς ἡμερίδος φυτόν, ὑφ’ οὗ μοι δοκοῦσιν, ἐξημερωθέντων αὐτοῖς τῶν περὶ τὸν βίον, Ἕλληνες τῆς ἐπωνυμίας αὐτὸ ταύτης ἀξιῶσαι, μητέρα δ’ αὐτοῦ προσειπεῖν τὴν Σεμέλην διὰ τὴν πρόρρησιν, ἄλλως τε καὶ τοῦ θεοῦ τιμῶντος αὐτήν, ἅτε πρώτην ἱερόφαντιν τῆς ἔτι μελλούσης ἐπιφοιτήσεως.
16 Οὔσης δέ, ὡς ἄν τις ἀκριβῶς σκοπῶν ἐξετάσειε, τῆς ἱστορίας τοιαύτης, οἱ τὸν Διόνυσον ὅστις ποτ’ ἐστὶ θεῶν ζητοῦντες τἀληθὲς ἔχον ὡς ἔφην εἰς μῦθον διεσκεύασαν, αἰνιττόμενοι τήν τε οὐσίαν τοῦ θεοῦ καὶ τὴν ἐν τοῖς νοητοῖς παρὰ τῷ πατρὶ κύησιν καὶ τὸν ἀγέννητον αὐτοῦ τόκον ἐν τῷ κόσμῳ... ἐν τῷ παντί, καὶ τἆλλα ἐφεξῆς ὅσα τοῦ ζητεῖν ἦν ἄξια, φράζειν δέ γ’ οὐ ῥᾴδια ἐμοί, τυχὸν μὲν καὶ διὰ τὸ ἀγνοεῖν ἔτι περὶ αὐτῶν τὸ ἀκριβές, τυχὸν δὲ καὶ οὐκ ἐθέλοντι τὸν κρύφιον ἅμα καὶ φανερὸν θεὸν ὥσπερ ἐν θεάτρῳ προβάλλειν ἀκοαῖς ἀνεξετάστοις καὶ διανοίαις ἐπὶ πάντα μάλλον ἢ τὸ φιλοσοφεῖν τετραμμέναις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme