16
Ἀλλ’ ὑπὲρ μὲν τούτων ἴστω Διόνυσος αὐτός, ᾧ καὶ προσεύχομαι τάς τε ἐμὰς καὶ τὰς ὑμετέρας ἐκβακχεῦσαι φρένας ἐπὶ τὴν ἀληθῆ τῶν θεῶν γνῶσιν, ὡς ἂν μὴ πολὺν ἀβάκχευτοι χρόνον τῷ θεῷ μένοντες ὁπόσα ὁ Πενθεὺς πάθωμεν, ἴσως μὲν καὶ ζῶντες, πάντως δὲ ἀπαλλαγέντες τοῦ σώματος. ὅτῳ γὰρ ἂν μὴ τὸ πεπληθυσμένον τῆς ζωῆς ὑπὸ τῆς ἑνοειδοῦς καὶ ἐν τῷ μεριστῷ παντελῶς ἀδιαιρέτου ὅλης τε ἐν πᾶσιν ἀμιγοῦς προϋπαρχούσης οὐσίας τοῦ Διονύσου τελεσιουργηθῇ διὰ τῆς περὶ τὸν θεὸν ἐνθέου βακχείας, τούτῳ κίνδυνος ἐπὶ πολλὰ ῥυῆναι τὴν ζωήν, ῥυεῖσαν δὲ διεσπάσθαι καὶ διασπασθεῖσαν οἴχεσθαι· τὸ δὲ ῥυεῖσαν καὶ διασπασθεῖσαν μὴ προσέχων τις τοῖς ῥήμασιν ὑδάτιον μηδὲ λίνου μήρινθον ἀκροάσθω, ξυνιέτω δὲ τὰ λεγόμενα τρόπον ἄλλον, ὃν Πλάτων, ὃν Πλωτῖνος, ὃν Πορφύριος, ὃν ὁ δαιμόνιος Ἰάμβλιχος. ὃς δ’ ἂν μὴ ταύτῃ ποιῇ, γελάσεται μέν, ἴστω μέντοι Σαρδώνιον γελῶν ἔρημος ὢν ἀεὶ τῆς τῶν θεῶν γνώσεως, ἧς ἀντάξιον οὐδὲ τὸ πᾶσαν ὁμοῦ μετὰ τῆς τῶν Ῥωμαίων ἐπιτροπεῦσαι τὴν βαρβάρων ἔγωγε θείμην ἄν, οὐ μὰ τὸν ἐμὸν δεσπότην Ἥλιον. ἀλλά με πάλιν οὐκ οἶδ’ ὅστις θεῶν ἐπὶ ταῦτ’ ἐβάκχευσεν οὐ προελόμενον.
17
Οὗ δὲ ἕνεκεν ἔφην αὐτά· κατὰ μὲν τὴν διάνοιαν ἀπεμφαίνοντες ὅταν οἱ μῦθοι γίγνωνται περὶ τῶν θείων, αὐτόθεν ἡμῖν ὥσπερ βοῶσι καὶ διαμαρτύρονται μὴ πιστεύειν ἁπλῶς, ἀλλὰ τὸ λεληθὸς σκοπεῖν καὶ διερευνᾶσθαι. τοσούτῳ δ’ ἐστὶ κρεῖττον ἐν τούτοις τοῦ σεμνοῦ τὸ ἀπεμφαῖνον, ὅσῳ διὰ μὲν ἐκείνου καλοὺς λίαν καὶ μεγάλους καὶ ἀγαθούς, ἀνθρώπους δὲ ὅμως τοὺς θεοὺς κίνδυνος νομίσαι, διὰ δὲ τῶν ἀπεμφαινόντων ὑπεριδόντας τῶν ἐν τῷ φανερῷ λεγομένων ἐπὶ τὴν ἐξῃρημένην αὐτῶν οὐσίαν καὶ ὑπερέχουσαν πάντα τὰ ὄντα καθαρὰν νόησιν ἐλπὶς ἀναδραμεῖν.
17
Αἴτιαι μὲν οὖν αὗται τοῦ τὴν τελεστικὴν καὶ μυσταγωγὸν φιλοσοφίαν τὰ μὲν ῥήματα παντὸς μᾶλλον εὐαγῆ καὶ σεμνὰ προφέρεσθαι, κατὰ δὲ τὴν διάνοιαν ἀλλοιοτέραν ποιεῖσθαι τὴν ἐξήγησιν τῶν τοιούτων.