21
ἐπειδὴ γὰρ τοὺς μύθους προσήκει πρὸς παῖδας ἤτοι τῷ φρονεῖν, κἂν ἄνδρες ὦσιν, ἢ καὶ τοῖς καθ’ ἡλικίαν παιδαρίοις ἀπαγγέλλειν, ἐξεταστέον ὅπως μήτε εἰς θεοὺς μήτε εἰς ἀνθρώπους πλημμελὲς ἤ, καθάπερ ἔναγχος, δυσσεβές τι ῥηθείη· καὶ προσέτι τοῦτο ἐν ἅπασιν ἀκριβῶς βασανιστέον, εἰ πιθανός, εἰ τοῖς πράγμασι προσφυής, εἰ μῦθός ἐστιν ἀληθῶς ὁ πλαττόμενος. ἐπεὶ τό γε νῦν ὑπὸ σοῦ πεποιημένον οὐ μῦθός ἐστι σός· καίτοι τοῦτό γε ἐνεανιεύσω· ἀλλ’ ὁ μὲν μῦθος ἐστι παλαιός, ἐφήρμοσας δὲ αὐτὸν σὺ πράγμασιν ἑτέροις, ὅπερ οἶμαι ποιεῖν εἰώθασιν οἱ τῇ τροπικῇ χρώμενοι τῶν νοημάτων κατασκευῇ· πολὺς δὲ ἐν τούτοις ὁ Πάριός ἐστι ποιητής. ἔοικας οὖν οὐδὲ πεποιηκὼς μῦθον, ὦ ξυνετώτατε, μάτην νεανιεύεσθαι· καίτοι τοῦτο τίτθης ἔργον ἐστὶν εὐτραπέλου. Πλουτάρχου δὲ εἰ τὰ μυθικὰ διηγήματα τῶν σῶν εἴσω χειρῶν ἀφῖκτο, οὔποτ’ ἂν ἐλελήθει σε, τίνι διαφέρει πλάσαι τε ἐξ ἀρχῆς μῦθον καὶ τὸν κείμενον ἐφαρμόσαι πράγμασιν οἰκείοις. ἀλλ’ ἵνα μή σε τὴν σύντομον ὁδεύοντα βίβλοις ἐμβαλὼν μακραῖς καὶ δυσελίκτοις ἐπίσχω μικρὰ καὶ πεδήσω· σὺ δὲ οὐδὲ τὸν Δημοσθένους ἀκήκοας μῦθον, ὃν ἐποίησεν ὁ Παιανιεὺς πρὸς τοὺς Ἀθηναίους, ἡνίκα ὁ Μακεδὼν ἐξῄτει τοὺς Ἀθηναίους ῥήτορας. ἐχρῆν οὖν τι τοιοῦτο πλάσαι· ἢ πρὸς τῶν θεῶν ἔργον ἦν εἰπεῖν μυθάριόν τι τοιοῦτον; ἀναγκάσεις δέ με καὶ μυθοποιὸν γενέσθαι.