22
Πλουσίῳ ἀνδρὶ πρόβατα ἦν πολλὰ καὶ ἀγέλαι βοῶν καὶ αἰπόλια πλατἔ αἰγῶν, ἵπποι δὲ αὐτῷ πολλάκις μυρίαι ἕλος κάτα βουκολέοντο, καὶ ποιμένες δοῦλοί τε καὶ ἐλεύθεροι μισθωτοί, καὶ βουκόλοι βοῶν καὶ αἰγῶν αἰπόλοι καὶ ἱπποφορβοὶ τῶν ἵππων, καὶ πλεῖστα κτήματα. τούτων δὲ αὐτῷ πολλὰ μὲν ὁ πατὴρ ἀπελελοίπει, πολλαπλάσια δὲ αὐτὸς ἐπεκτήσατο, πλουτεῖν θέλων ἐν δίκῃ τε καὶ παρὰ δίκην· ἔμελε γὰρ αὐτῷ τῶν θεῶν ὀλίγον. ἐγένοντο δὲ αὐτῷ γυναῖκες πολλαὶ καὶ υἱεῖς ἐξ αὐτῶν καὶ θυγατέρες, οἷς ἐκεῖνος διανείμας τὴν οὐσίαν ἔπειτα ἐτελεύτησεν, οὐδὲν αὐτοὺς οἰκονομίας πέρι διδάξας, οὐδ’ ὅπως ἄν τις δύναιτο τὰ τοιαῦτα κτᾶσθαι μὴ παρόντα ἢ παρόντα διαφυλάττειν. ᾤετο γὰρ ὑπὸ ἀμαθίας ἀρκεῖν τὸ πλῆθος, ἐπεὶ καὶ αὐτὸς ἦν οὐ μάλα ἐπιστήμων τῆς τοιαύτης τέχνης, ἅτε μὴ λόγῳ προσειληφὼς αὐτήν, ἀλλὰ συνηθείᾳ τινὶ καὶ πείρᾳ μᾶλλον, ὥσπερ οἱ φαῦλοι τῶν ἰατρῶν ἐκ τῆς ἐμπειρίας μόνον ἰώμενοι τοὺς ἀνθρώπους, ὅθεν καὶ διαφεύγει τὰ πολλὰ τῶν νοσημάτων αὐτούς. ἀρκεῖν οὖν νομίσας τὸ πλῆθος τῶν υἱέων πρὸς τὸ φυλάξαι τὴν οὐσίαν οὐδὲν ἐφρόντισεν ὅπως ἔσονται σπουδαῖοι. τὸ δὲ ἄρα αὐτοῖς ἦρξε πρῶτον μὲν τῶν εἰς ἀλλήλους ἀδικημάτων. ἐπιθυμῶν γὰρ ἕκαστος ὥσπερ ὁ πατὴρ πολλὰ ἔχειν καὶ μόνος πάντα ἐπὶ τὸν πέλας ἐτράπετο. τέως μὲν οὖν τοῦτο ἐπράττετο. προσαπέλαυον δὲ καὶ οἱ ξυγγενεῖς, οὐδ’ αὐτοὶ παιδευθέντες καλῶς, τῆς τῶν παίδων ἀνοίας τε καὶ ἀμαθίας. εἶτα ἐπίμπλατο φόνων πάντα, καὶ ἡ τραγικὴ κατάρα ὑπὸ τοῦ δαίμονος εἰς ἔργον ἤγετο· τὰ πατρῷα γὰρ θηκτῷ σιδήρῳ διελάγχανον, καὶ ἦν πάντα ἀκοσμίας πλήρη· πατρῷα μὲν ἱερὰ κατεσκάπτετο παρὰ τῶν παίδων ὀλιγωρηθέντα πρότερον ὑπὸ τοῦ πατρὸς καὶ ἀποσυληθέντα τῶν ἀναθημάτων, ἃ ἐτέθειτο παρὰ πολλῶν μὲν καὶ ἄλλων, οὐχ ἥκιστα δὲ τῶν προπατόρων αὐτοῦ. καθαιρουμένων δὲ τῶν ἱερῶν ἀνῳκοδομεῖτο παλαιὰ καὶ νέα μνήματα, προαγορεύοντος αὐτοῖς τοῦ αὐτομάτου καὶ τῆς τύχης, ὅτι ἄρα πολλῶν αὐτοῖς δεήσει μνημάτων οὐκ εἰς μακράν, ἐπειδήπερ αὐτοῖς ὀλίγον ἔμελε τῶν θεῶν.