Thesauros Literature rhetoric Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν Julian Emperor of Rome 331-363
22 Εὐξαμένῳ ταῦτα εἴτε ὕπνος τις εἴτε ἔκστασις ἐπῆλθεν. ὁ δὲ αὐτῷ δείκνυσιν αὐτὸν τὸν Ἥλιον. ἐκπλαγεὶς οὖν ὁ νεανίσκος ὑπὸ τῆς θέας, Ἀλλὰ σοὶ μέν, εἶπεν, ὦ θεῶν πάτερ, τῶν τε ἄλλων καὶ τούτων ἕνεκα πάντων ἐμαυτὸν φέρων ἀναθήσω. περιβαλὼν δὲ τοῖς γόνασι τοῦ Ἡλίου τὰς χεῖρας ἀπρὶξ εἴχετο σώζειν ἑαυτὸν δεόμενος. ὁ δὲ καλέσας τὴν Ἀθηνᾶν ἐκέλευε πρῶτον ἀνακρίνειν αὐτόν, ὁπόσα ἐκόμισεν ὅπλα. ἐπεὶ δὲ ἑώρα τήν τε ἀσπίδα καὶ τὸ ξίφος μετὰ τοῦ δόρατος, Ἀλλὰ ποῦ σοι, ἔφη, ὦ παῖ, τὸ Γοργόνειον καὶ τὸ κράνος; ὁ δέ, Καὶ ταῦτα, εἶπε, μόγις ἐκτησάμην· οὐδεὶς γὰρ ἦν ὁ ξυμπονῶν ἐν τῇ τῶν συγγενῶν οἰκίᾳ παρερριμμένῳ. Ἴσθι οὖν, εἶπεν ὁ μέγας Ἥλιος, ὅτι σε πάντως χρὴ ἐπανελθεῖν ἐκεῖσε. ἐνταῦθα ἐδεῖτο μὴ πέμπειν αὐτὸν ἐκεῖσε πάλιν, ἀλλὰ κατέχειν, ὡς οὐκέθ’ ὕστερον ἐπανήξοντα, ἀπολούμενον δὲ ὑπὸ τῶν ἐκεῖ κακῶν. ὡς δὲ ἐλιπάρει δακρύων, Ἀλλὰ νέος εἶ, ἔφη, καὶ ἀμύητος. ἴθι οὖν παρ’ ὑμᾶς, ὡς ἂν μυηθείης ἀσφαλῶς τε ἐκεῖ διάγοις· χρὴ γάρ ς’ ἀπιέναι καὶ καθαίρειν ἐκεῖνα πάντα τὰ ἀσεβήματα, παρακαλεῖν δὲ ἐμέ τε καὶ τὴν Ἀθηνᾶν καὶ τοὺς ἄλλους θεούς. ἀκούσας ταῦτα ὁ νεανίσκος εἱστήκει σιωπῇ. καὶ ὁ μέγας Ἥλιος ἐπί τινα σκοπιὰν ἀγαγὼν αὐτόν, ἧς τὸ μὲν ἄνω φωτὸς ἦν πλῆρες, τὸ δὲ ὑποκάτω μυρίας ἀχλύος, δι’ ἧς ὥσπερ δι’ ὕδατος ἀμυδρὸν τὸ φῶς διικνεῖτο τῆς ἐκ τοῦ βασιλέως αὐγῆς Ἡλίου, Ὁρᾷς, εἶπε, τὸν ἀνεψιὸν τὸν κληρονόμον; καὶ ὅς, Ὁρῶ, ἔφη. Τί δέ; τοὺς βουκόλους τουτουσὶ καὶ τοὺς ποιμένας; καὶ τούτους ὁρᾶν εἶπεν ὁ νεανίσκος. Ποταπὸς οὖν τίς σοι ὁ κληρονόμος φαίνεται; ποταποὶ δ’ αὖ οἱ ποιμένες τε καὶ βουκόλοι; καὶ ὁ νεανίσκος, Ὁ μέν μοι, ἔφη, δοκεῖ νυστάζειν τὰ πολλὰ καὶ καταδυόμενος λεληθότως ἡδυπαθεῖν, τῶν ποιμένων δὲ ὀλίγον μέν ἐστι τὸ ἀστεῖον, τὸ πλῆθος δὲ μοχθηρὸν καὶ θηριῶδες. ἐσθίει γὰρ καὶ πιπράσκει τὰ πρόβατα καὶ ἀδικεῖ διπλῇ τὸν δεσπότην. τά τε γὰρ ποίμνια αὐτοῦ φθείρει καὶ ἐκ πολλῶν μικρὰ ἀποφέρον ἄμισθον εἶναί φησι καὶ ὀδύρεται. καίτοι κρεῖττον ἦν τοὺς μισθοὺς ἀπαιτεῖν ἐντελεῖς ἢ φθείρειν τὴν ποίμνην. Ἂν οὖν, ἔφη, σὲ ἐγὼ μετὰ ταυτησὶ τῆς Ἀθηνᾶς, ἐπιτάττοντος τοῦ Διός, ἀντὶ τοῦ κληρονόμου τούτου πάντων ἐπίτροπον τούτων καταστήσω—; πάλιν ἐνταῦθα ὁ νεανίσκος ἀντείχετο καὶ πολλὰ ἱκέτευεν αὐτοῦ μένειν. ὁ δέ, Μὴ λίαν ἀπειθὴς ἔσο, φησί, μή ποτέ ς’ ἀπεχθήρω, ὡς νῦν ἔκπαγλ’ ἐφίλησα. καὶ ὁ νεανίσκος, Ἀλλ’, ὦ μέγιστε, εἶπεν, Ἥλιε καὶ Ἀθηνᾶ, σέ τε καὶ αὐτὸν ἐπιμαρτύρομαι τὸν Δία, χρῆσθέ μοι πρὸς ὅ, τι βούλεσθε. πάλιν οὖν ὁ Ἑρμῆς ἄφνω φανεὶς ἐποίησε τὸν νεανίσκον θαρραλεώτερον. ἤδη γὰρ διενοεῖτο τῆς τε ὀπίσω πορείας καὶ τῆς ἐκεῖσε διατριβῆς ηὑρηκέναι τὸν ἡγεμόνα. καὶ ἡ Ἀθηνᾶ, Μάνθανε, εἶπεν, ὦ λῷστε, πατρὸς ἀγαθοῦ τουτουὶ τοῦ θεοῦ καὶ ἐμὸν βλάστημα. τοῦτον, ἔφη, τὸν κληρονόμον οἱ βέλτιστοι μὲν οὐκ εὐφραίνουσι τῶν ποιμένων, οἱ κόλακες δὲ καὶ οἱ μοχθηροὶ δοῦλον καὶ ὑποχείριον πεποίηνται. συμβαίνει οὖν αὐτῷ παρὰ μὲν τῶν ἐπιεικῶν μὴ φιλεῖσθαι, παρὰ δὲ τῶν νομιζομένων φιλεῖν εἰς τὰ μέγιστα ἀδικεῖσθαι. σκόπει οὖν ὅπως ἐπανελθὼν μὴ πρὸ τοῦ φίλου θήσει τὸν κόλακα. δευτέραν ἄκουέ μου παραίνεσιν, ὦ παῖ. νυστάζων οὗτος ἐξαπατᾶται τὰ πολλά· σὺ δὲ νῆφε καὶ γρηγόρει, μή σε διὰ τῆς τοῦ φίλου παρρησίας ὁ κόλαξ ἐξαπατήσας λάθοι, χαλκεὺς οἷά τις γέμων καπνοῦ καὶ μαρίλης, ἔχων ἱμάτιον λευκὸν καὶ τὰ πρόσωπα τῷ ψιμυθίῳ κεχρισμένος, εἶτα αὐτῷ δοίης γῆμαί τινα τῶν σῶν θυγατέρων. τρίτης ἐπάκουέ μου παραινέσεως, καὶ μάλα ἰσχυρῶς φύλαττε σαυτόν, αἰδοῦ δὲ καὶ ἡμᾶς μόνον, ἀνδρῶν δὲ ὅστις ἡμῖν προσόμοιός ἐστιν, ἄλλον δὲ μηδένα. ὁρᾷς ὅπως τοῦτον τὸν ἠλίθιον ἔβλαψεν αἰσχύνη καὶ τὸ λίαν ἄγαν εἶναι καταπλῆγα;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme