23
Οὕτως ἡμεῖς ὑφ’ ἡγεμόσι τελούμενοι, φιλοσόφῳ μὲν τῷ τὰ τῆς προπαιδείας με τελέσαντι, φιλοσοφωτάτῳ δὲ τῷ τὰ πρόθυρα τῆς φιλοσοφίας δείξαντι, σμικρὰ μὲν διὰ τὰς ἔξωθεν ἡμῖν προσπεσούσας ἀσχολίας, ὅμως δ’ οὖν ἀπελαύσαμεν τῆς ὀρθῆς ἀγωγῆς, οὐ τὴν σύντομον, ἣν σὺ φής, ἀλλὰ τὴν κύκλῳ πορευθέντες· καίτοι νὴ τοὺς θεοὺς ἐπὶ τὴν ἀρετὴν οἶμαι ὅτι σου συντομωτέραν ἐτραπόμην. ἐγὼ μὲν γὰρ αὐτῆς, εἰ μὴ φορτικὸν εἰπεῖν, ἐπὶ τοῖς προθύροις ἕστηκα, σὺ δὲ καὶ τῶν προθύρων εἶ πόρρω.· σοὶ δὲ ἀρετῆς ἢ τοῖς σοῖς ἀδελφοῖς—, ἀφελὼν δὲ τὸ δύσφημον τὸ λειπόμενον αὐτὸς ἀναπλήρωσον· εἰ βούλει δέ, καὶ παρ’ ἡμῶν αὐτὸ ἀνάσχου πρᾴως λεγόμενον, — τίς μετουσία; πᾶσιν ἐπιτιμᾷς αὐτὸς οὐδὲν ἄξιον ἐπαίνου πράττων, ἐπαινεῖς φορτικῶς ὡς οὐδεὶς τῶν ἀμαθεστάτων ῥητόρων, οἷς διὰ τὴν τῶν λόγων ἀπορίαν καὶ τὸ μὴ ἔχειν εὑρεῖν ἐκ τῶν παρόντων ὅ, τι φῶσιν, ἡ Δῆλος ἐπέρχεται καὶ ἡ Λητὼ μετὰ τῶν παίδων, εἶτα κύκνοι λιγυρὸν ᾄδοντες καὶ ἐπηχοῦντα αὐτοῖς τὰ δένδρα, λειμῶνές τε ἔνδροσοι μαλακῆς πόας καὶ βαθείας πλήρεις, ἥ τε ἐκ τῶν ἀνθέων ὀδμὴ καὶ τὸ ἔαρ αὐτὸ καί τινες εἰκόνες τοιαῦται. ποῦ τοῦτο Ἰσοκράτης ἐν τοῖς ἐγκωμιαστικοῖς ἐποίησε λόγοις; ποῦ δὲ τῶν παλαιῶν τις ἀνδρῶν, οἳ ταῖς Μούσαις ἐτελοῦντο γνησίως, ἀλλ’ οὐχ ὥσπερ οἱ νῦν; ἀφίημι δὲ τὰ ἑξῆς, ἵνα μὴ καὶ πρὸς τούτους ἀπεχθανόμενος ἅμα τοῖς τε φαυλοτάτοις τῶν Κυνικῶν καὶ τῶν ῥητόρων προσκρούσαιμι· ὡς ἔμοιγε πρός τε τοὺς κρατίστους τῶν Κυνικῶν, εἴ τις ἄρα ἔστι νῦν τοιοῦτος, καὶ πρὸς τοὺς γενναίους ῥήτοράς ἐστι φίλα πάντα.
24
τῶν μὲν δὴ τοιούτων λόγων, εἰ καὶ πολὺ πλῆθος ἐπιρρεῖ· καὶ οὐκ ἔστιν ὅσον οὐχὶ λέγειν ἐθέλων τις ἐκ πάνυ δαψιλοῦς ἀντλήσειεν ἂν πίθου· τῆς προκειμένης ἡμῖν ἀσχολίας ἕνεκεν ἀφέξομαι. μικρὰ δὲ ἔτι τῷ λόγῳ προσθεὶς ὥσπερ ὀφλήματι τὸ ἐνδέον ἐπ’ ἄλλο τι τρέψομαι, ταυτηνὶ τὴν ξυγγραφὴν αὐτοῦ που πληρώσας.