24
Τίς οὖν ἡ τῶν Πυθαγορικῶν εὐλάβεια περὶ τὰ τῶν θεῶν ὀνόματα, τίς δὲ ἡ Πλάτωνος; ποταπὸς δὲ ἦν ἐν τούτοις Ἀριστοτέλης; ἆρ’ οὐκ ἄξιον αὐτὸ ἰδεῖν; ἢ τὸν μὲν Σάμιον οὐδεὶς ἀντερεῖ τοιοῦτον γενέσθαι; καὶ γὰρ οὔτε τὸ ὀνόματα θεῶν ἐν τῇ σφραγῖδι φορεῖν ἐπέτρεπεν οὔτε τὸ ὅρκῳ χρῆσθαι προπετῶς τοῖς τῶν θεῶν ὀνόμασιν. εἰ δὲ νῦν λέγοιμι, ὅτι καὶ εἰς Αἴγυπτον ἐπορεύθη καὶ Πέρσας εἶδε καὶ πανταχοῦ πάντα ἐπειράθη τὰ μυστήρια τῶν θεῶν ἐποπτεῦσαι καὶ τελεσθῆναι παντοίας πανταχοῦ τελετάς, ἐρῶ μὲν ἴσως ἄγνωστά σοι, γνώριμα μέντοι καὶ σαφῆ τοῖς πολλοῖς. ἀλλὰ τοῦ Πλάτωνος ἄκουε· τὸ δ’ ἐμὸν δέος, ὦ Πρώταρχε, πρὸς τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι κατ’ ἄνθρωπον, ἀλλὰ πέρα τοῦ μεγίστου φόβου. καὶ νῦν τὴν μὲν Ἀφροδίτην, ὅπῃ ἐκείνῃ φίλον, ταύτῃ προσαγορεύω· τὴν δ’ ἡδονὴν οἶδα ὡς ἔστι ποικίλον· ταῦτα ἐν Φιλήβῳ λέγεται, καὶ τοιαῦτα ἕτερα πάλιν ἐν Τιμαίῳ· πιστεύειν γὰρ ἁπλῶς ἀξιοῖ καὶ χωρὶς ἀποδείξεως λεγομένοις, ὅσα ὑπὲρ τῶν θεῶν φασιν οἱ ποιηταί. ταῦτα δὲ παρέθηκα, μή ποτέ σοι παράσχῃ πρόφασιν, ὥσπερ οἶμαι τῶν Πλατωνικῶν πολλοῖς, ὁ Σωκράτης εἴρων ὢν φύσει τὴν Πλατωνικὴν ἀτιμάσαι δόξαν. ἐκεῖ γὰρ οὐχ ὁ Σωκράτης, ἀλλ’ ὁ Τίμαιος ταῦτα λέγει ἥκιστα ὢν εἴρων. καίτοι τοῦτό γέ ἐστιν οὐχ ὑγιὲς μὴ τὰ λεγόμενα ἐξετάζειν, ἀλλὰ τοὺς λέγοντας, καὶ τὸ πρὸς τίνας οἱ λόγοι γίγνονται. βούλει δῆτα τὸ μετὰ τοῦτο τὴν πάνσοφον ὑπαγορεύσω σειρῆνα, τὸν τοῦ λογίου τύπον Ἑρμοῦ, τὸν τῷ Ἀπόλλωνι καὶ ταῖς Μούσαις φίλον; ἐκεῖνος ἀξιοῖ τοὺς ἐπερωτῶντας ἢ ζητεῖν ὅλως ἐπιχειροῦντας, εἰ θεοί εἰσιν, οὐχ ὡς ἀνθρώπους ἀποκρίσεως τυγχάνειν, ἀλλ’ ὡς τὰ θηρία κολάσεως. εἰ δὲ ἀνεγνώκεις τὸν συστατικὸν αὐτοῦ λόγον, ὃς ὥσπερ τῆς Πλάτωνος, οὕτω δὴ καὶ τῆς ἐκείνου διατριβῆς προυγέγραπτο, ἔγνως ἂν πρὸ πάντων, ὅτι τὰ πρὸς τοὺς θεοὺς εὐσεβεῖς εἶναι καὶ μεμυῆσθαι πάντα τὰ μυστήρια καὶ τετελέσθαι τὰς ἁγιωτάτας τελετὰς καὶ διὰ πάντων· τῶν μαθημάτων ἦχθαι τοῖς εἴσω τοῦ περιπάτου βαδίζουσι προηγόρευτο.